[ ] N. Black Sea — Olbia — 2nd c. BC?
1 τὸν [βι]οτᾶς ἐπὶ τέρμα σύ[νηθες πᾶσι μολόντα],
ὦ ξέ[νε], ἀποφθίμενον τύμβο[ς ὅδ’ ἐγκατέχει]·
ᾧ πάτ[ρα] Σκυθίας πόλις Ὀλβία, ἐ[ν δὲ βροτοῖσι]
μοίρης καὶ δ[ώ]ρω[ν] σύνθετον οὔν[ομ’ ἔην].
5 εὐγήρως ὁ πρέσ[βυς], ὃς εἰς πεπρωμ[ένον οὖδας]
ἐρχόμενο[ς ζ]ωο[ὺς π]αῖδας ἔλει[πε δύω].
ἅμα τὸν ἀ[νθ]ρώ[ποι]σι καὶ ἀθανάτ[οισι ποθεινόν],
δαῖμον, π[έμ]ψ[αι]ς εἰς δόμον ε[ὐσεβέων].
Search Help
Contact Us