[ ] N. Black Sea — Olbia — after 98 AD — IosPE I 76
1   ἀγαθῇ τύχηι.
 ἐπὶ ἄρχοντος Μάρκου̣
Οὐλπίου Πύρρου Ἀρσηό-
χου οἱ περὶ Ποσειδῆν
5 Ζήθου τὸ γ ἀγορανόμοι·
Κουνοῦς Ἀθηναίου, Μου-
κούναγος Ἀλεξάνδρου,
Ἀνθέστιος Σαμβίωνος,
 Κουκούναγος Ῥηχου-
10  νάγου ἀνέθηκαν
  Ἑρμεῖ Ἀγοραίῳ Νεί-
   κην ἀργυρᾶν ὑπὲρ
   τῆς πόλεως καὶ
   τῆς ἑαυτῶν ὑ-
15        γείας.
Search Help
Contact Us