[ ]
N. Black Sea — Olbia — reign of Tiberius or Gaius — IosPE I 47
1 | ὁ δᾶμος ὁ Βυζαντίων. |
ἔδοξε τᾷ βουλᾷ καὶ τῷ δάμῳ· τοὶ στραταγοὶ εἶ- | |
παν ∙ ἐπεὶ Ὀρόντας Ὀλβιοπολείτας Ἀβάβου | |
υἱός, ἀνδρὸς οὐ μόνον τᾶς πατρίδος, ἀλλὰ καὶ | |
5 | σύνπαντος τοῦ Ποντικοῦ πρατιστεύσαντος |
ἔθνεος καὶ μέχρι τᾶς τῶν Σεβαστῶν γνώ- | |
σεως προκόψ̣αντος, πολλὰ δὲ καὶ Βυζαν- | |
τίων πόλει κατά τε τὰς δαμοσίας χρήας καὶ | |
τῶν εἰς τὸ ἐνπόριον πλεόντων προστα- | |
10 | σίας γενομένου ὠφελίμου, καὶ αὐτὸς ὥσ- |
περ τὰ λοιπὰ τοῦ πατρός, οὕτως τὰν ποτὶ τὸν | |
δᾶμον εὔνοιαν καὶ προξενίαν διαδεξά- | |
μενος, ὑπὸ πάντων μὲν μαρτυρεῖται τῶν | |
εἰσπλεόντων εἰς τὸν Πόντον πολειτᾶν | |
15 | ἐπὶ φιλανθρωπίαι καὶ π<ρ>ονοίαι, καὶ παρα- |
γενόμενος δὲ εἰς τὰν πόλιν σεμνῶς μὲν | |
προέστα τᾶς ἐπιδαμίας, προετρέψατο | |
δὲ εἰς πλήονας ἐλπίδας τόν τε δᾶμον καὶ | |
τοὺς ἰδιώτας, ἁ δὲ πόλις διά τε τὰς εἰς ἑαυ- | |
20 | τὰν εὐεργεσίας καὶ διὰ τὸ τοῦ ἀνδρὸς καὶ |
τῶν προγόνων ἀξίωμα ἐπιτάδηον ἡγήσα- | |
το μὴ ἀσαμήωτον αὐτοῦ τὰν παρουσίαν ἀφέ- | |
μεν, ὅ τε δᾶμος ἐνεκελεύσατο τοῖς στρα- | |
ταγοῖς τειμᾶσαι τὸν ἄνδρα· δι’ ἃ δὴ δεδό- | |
25 | χθαι ἐπαινῆσθαι μὲν Ὀρόνταν Ἀβάβου |
Ὀλβιοπολείταν ἐπὶ τᾶι διανεκεῖ ποτὶ τὸν | |
δᾶμον καὶ διὰ προγόνων προνοίαι, εἶμεν δὲ | |
αὐτὸν καὶ πολείταν καὶ τοὺς ἐγγόνους αὐ- | |
τοῦ καὶ ποτιγραφῆμεν ποθ’ ἅν κα θέλῃ τᾶν | |
30 | ἑκατοστύων· τεθῆμεν δὲ αὐτοῦ καὶ εἰκό- |
να ἐπίχρυσον ἐν τῶι βουλευτηρίωι ἐν | |
τόπωι ὧι μὴ ἄλλος ἔχει, καὶ ἐπιγραφὰν ἐπι- | |
γράψαι τὰν προδεδηλωμέναν. διαπέμψα- | |
σθαι δὲ καὶ τὸ ψάφισμα τοῦτο δι’ ἐπιστο- | |
35 | λᾶς τοῖς Ὀλβιοπολειτᾶν ἄρχουσιν, ἵνα καὶ ἁ |
πατρὶς αὐτοῦ τᾶς Βυζαντίων εὐνοίας πρὸς | |
τὸν ἄνδρα καὶ τειμᾶς αἴσθηται. |