[ ] N. Black Sea — Olbia — 2nd/3rd c. AD — IosPE I 26
1 [— — ἐπειδὴ Δάδος Τουμβάγου — — — παιδευόμ]ε̣νος ὑπὸ τοῦ πα-
[τρὸς ἐπιμελῶς τ]ε̣ καὶ κατ’ ἀξίαν τοῦ γέ-
[νους, ἀποφαινόμενός τε] ἑαυτοῦ τὴν γνώμην ὡς οὐ-
[δεὶς] π̣ρεσβύτ̣ε̣[ρος] τ̣ῆς ἡλικίας, ὡς ἔσοιτο τῇ πό-
5 λει φιλόπατρις, ἐπαινούμενός τε ὑπὸ πάντων
καὶ ἐλπιζόμενος πάσας τὰς λειτουργίας ἐκ-
[τ]ελέσειν κατὰ τὸ ἀξίωμα τοῦ γένους, ὑπὸ
πάντα νεικωμένης εἱμαρμένης ἐπιστάσης
ἀφηρπάγη καὶ τῶν γονέων καὶ τῆς πατρί-
10 δος ἀνηλεῶς #⁵⁶ δι’ ἃ ἔδοξεν τοῖς τε ἄρ-
χουσιν καὶ τῇ βουλῆι καὶ τῷ δήμωι
στεφανωθῆναι αὐτὸν χρυσῶι
στεφάνωι, τόν τε κήρυκα ἀνα-
γορεῦσαι ἐπὶ τῆς ἐκκομιδῆς αὐτοῦ,
15 ὅτι  ἡ βουλὴ καὶ ὁ δῆμος στεφα-
νοῖ χρυσῷ στεφάνωι Δάδον Τουμ-
βάγου παῖδα ἐλπίδων ἀγαθῶν ἀν-
τεχόμενον, ἀνατεθῆναί #⁵⁶ τε τὸ ψή-
φισμα ἐν στήλῃ λευκολίθῳ καὶ
20 ἀνατεθῆναι ἐν τῷ ἐπιφανεστά-
τωι  τῆς πόλεως  τόπωι.
Search Help
Contact Us