[ ]
N. Black Sea — Olbia — 2nd/3rd c. AD — IosPE I 26
1 | [— — ἐπειδὴ Δάδος Τουμβάγου — — — παιδευόμ]ε̣νος ὑπὸ τοῦ πα- |
[τρὸς ἐπιμελῶς τ]ε̣ καὶ κατ’ ἀξίαν τοῦ γέ- | |
[νους, ἀποφαινόμενός τε] ἑαυτοῦ τὴν γνώμην ὡς οὐ- | |
[δεὶς] π̣ρεσβύτ̣ε̣[ρος] τ̣ῆς ἡλικίας, ὡς ἔσοιτο τῇ πό- | |
5 | λει φιλόπατρις, ἐπαινούμενός τε ὑπὸ πάντων |
καὶ ἐλπιζόμενος πάσας τὰς λειτουργίας ἐκ- | |
[τ]ελέσειν κατὰ τὸ ἀξίωμα τοῦ γένους, ὑπὸ | |
πάντα νεικωμένης εἱμαρμένης ἐπιστάσης | |
ἀφηρπάγη καὶ τῶν γονέων καὶ τῆς πατρί- | |
10 | δος ἀνηλεῶς #⁵⁶ δι’ ἃ ἔδοξεν τοῖς τε ἄρ- |
χουσιν καὶ τῇ βουλῆι καὶ τῷ δήμωι | |
στεφανωθῆναι αὐτὸν χρυσῶι | |
στεφάνωι, τόν τε κήρυκα ἀνα- | |
γορεῦσαι ἐπὶ τῆς ἐκκομιδῆς αὐτοῦ, | |
15 | ὅτι ἡ βουλὴ καὶ ὁ δῆμος στεφα- |
νοῖ χρυσῷ στεφάνωι Δάδον Τουμ- | |
βάγου παῖδα ἐλπίδων ἀγαθῶν ἀν- | |
τεχόμενον, ἀνατεθῆναί #⁵⁶ τε τὸ ψή- | |
φισμα ἐν στήλῃ λευκολίθῳ καὶ | |
20 | ἀνατεθῆναι ἐν τῷ ἐπιφανεστά- |
τωι τῆς πόλεως τόπωι. |