[ ] N. Black Sea — Olbia — 2nd c. AD? — IosPE I 25
1 [— — — — — — —]․ς, ὑπαν̣[τιάσας]
[καὶ τοὺς Σκυθῶ]ν βασιλεῖς ἀόκνως κα[ὶ]
[ἐν πᾶσι τὰ συ]μφέροντα τῇ πατρίδι
[διαπράξας, σ]τρατηγήσας τε καὶ ἄρξας
5 [τὰς λαμπρο]τάτας ἀρχὰς καὶ τὰς ἄλλας
[λειτουργίας] π̣άσας ἐπιφανῶς καὶ δικαί-
[ως ἐκτελέσα]ς, ὡς ἐπὶ τούτοις ἅπασιν
[ἐπαινεῖσθ]αι καὶ θαυμάζεσθαι αὐτόν,
[καὶ ἀεὶ] πλείονας ὑπεχόμενος
10 [ἐλπίδας, ὑ]πὸ τοῦ ἀπαραιτήτου δαί<μ>ο-
[νος ἀφηρπά]γ̣η· δι’ ἃ ἔδοξε τῇ βουλῇ καὶ
[τῷ δήμῳ ἐπ]ῃνῆσθαι μὲν αὐτὸν ἐ-
[πὶ τῇ ἀνυπερβλή]τῳ εἰς τὴν πατρίδα καλο-
[καγαθίᾳ, τὸν δὲ] κήρυκα ἐπὶ τῆς ἐκκομι-
15 [δῆς αὐτοῦ ἀναγο]ρ̣εῦσαι, ὅτι ὁ δῆμος στε-
[φανοῖ χρυσῷ στε]φάνῳ Ποσειδῆν Σατύ-
[ρου, ἄνδρα καλὸν] καὶ ἀγαθὸν τῇ πατρί-
[δι ἀεὶ γεγενημέ]νον, ἀρετῆς ἕνεκ-
[εν καὶ εὐνοίας· ἀνα]τεθῆναί τε τὸ ψή-
20 [φισμα τοῦτο ἐ]π̣ὶ τελαμῶνι ἐν
[τῷ ἐπισημοτάτῳ τῆς] π̣όλεως τόπῳ
[εἰς τὸ μαθεῖν τὴν τοιούτων ἀ]νδρῶν ἀρε-
[τὴν πάντας — — — — — — — — —]․ παντὸς
[— — — — — — — — — — — — — τὸ γ]ι̣νόμε-
25 [νον ἀνάλωμα? — — — — — — — — —] vac.
Search Help
Contact Us