[ ] N. Black Sea — Olbia — ca. 200-210 AD — IosPE I 24
frg. a-e.1 [ἐπὶ ἀρχόντων τῶν περὶ] Θρασύβουλον Φλειμνάγου ∙ τὸ ∙ β, μηνὸς
[τοῦ δεῖνος τῇ δεῖνι, ἐκκ]λησίας συνηθροισμένης πανδήμου,
[εἰσηγησαμένου Καλλισ]θένους Δάδου, Θρασύβουλος Φλει❦-
μνάγου ὁ̣ π̣ρῶτ̣[ος ἄρχ]ω̣ν ∙ τὸ ∙ β ∙ εἶπεν· ἐπειδὴ Καλλισθένης
5 Καλλισθένους ἀν[ὴρ γε]ν̣όμενος προγόνων ἐπισήμων τε
καὶ σεβαστογνώστων̣ καὶ κτισάντων τὴν πόλιν καὶ πολ-
λὰ ἐν ἐπείγ̣ουσι καιροῖς αὐτὴν εὐεργετηκότων, ὧν ὁ ἔπαι-
νος δυσέφεικτος μὲν λόγῳ, ἀΐμνηστος δὲ χρόνῳ· τοιού-
των οὖν γ[ε]γονὼς προγόνων οὐ μόνον αὐτῶν τὴν οὐσί-
10 αν, ἀλλὰ καὶ τὴν ἀρετὴν κληρονομήσας ἐπεκόσμησεν·
οὐχ ὑπ’ ἀνάγκης ἀνθρωπίνης δαμασθείς, ἀλλ’ ὑπὸ θεῶν προ-
νοίας παιδευθεὶς αὐτοφυῆ φι<λ>οσοφίαν ἀσύνκριτον ἐκτήσα-
το· ἀνδρωθεὶς δὲ ἥψατο τῆς πολειτείας καὶ πιστῶς μὲν ἐστρα-
τήγησεν, πᾶσαν ἀγαθὴν πρόνοιαν τῆς φυλακῆς ποιησάμενος,
15 σεμνῶς δὲ καὶ δικαίως τὰς ἐπωνύμους ἀρχὰς πρώτας τετρά-
κις ἦρξεν· λέγων τὰ ἄριστα καὶ πράττων τὰ συνφέροντα πα-
τὴρ ἀπεδείχθη τῆς πόλεως· ἱερεὺς δὲ γενόμενος̣ [το]ῦ̣ προ-
εστῶτος τῆς πόλεως ἡμῶν θεοῦ Διὸς Ὀλβίου κ̣[αὶ — — —]ού-
σας τὸν θεὸν ἁγνῶς, τῆς τῶν ἀέρων εὐκρασ̣[ίας δεόμενος]
20 ἐπέτυχεν εὐετηρίας· τήν τε οὐσίαν πᾶ̣σ̣[αν ἐξανήλωσε, τοῖς]
δ̣ε̣ομένοις ἐπιδιδ̣οὺς χρήμα̣τ̣[α, ὅσων ἐδέοντο(?) — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
frg. f [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — —]#⁷Ο[— — — — — — — — — — — — — — — — — —]
[— — — — — — — —]ΣΩΤΕ[— — — — — — — — — — — καὶ ἀναγορευθῆ]-
[NAI U(PO\ TOU= KH/R]UKOS: H( B?[OULH\ KAI\ O( DH=MOS STEFANOI= XRUSW=| STEFA/NW|]
[Καλλισθένην Καλ]λισθένου̣[ς, ἄνδρα ἀγαθὸν τῇ πατρίδι ἀεὶ γενό]-
5 [μενον, ἀρετῆ]ς ἕνεκεν κ̣[αὶ τῆς εἰς τὸν δῆμον τὸν Ὀλβιοπολειτῶν]
[καλοκαγαθί]ας, ἀνατεθῆ[ναι δὲ αὐτοῦ καὶ εἰκόνα ἔνοπλον(?) ἐν τῷ]
[ἐπισημοτ]ά̣τῳ τῆς πόλ[εως τόπῳ καὶ ἐπιγράψαι τάδε· ὁ δῆμος Καλ]-
[λισθένην Κα]λλι[σθένους(?) — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us