[ ]
N. Black Sea — Olbia — late 2nd/early 3rd c. AD — IosPE I 22 — cf. IosPE I² p. 593 (Corr.)
1 | ὅσαι πόλεις ἐστεφάνω̣σαν Θ̣εοκλέα Σατύρου ἥρωα χρυσέοις στεφάνοις· ❦ |
col. I.2 | Ὀλβιοπολεῖται, |
Νεικο[μ]ηδεῖς, | |
Νεικαιεῖς, | |
col. II.2 | Ἡρακλεῶται, |
Βυζάντιοι, | |
Ἀμαστρ̣ιανοί, | |
col. III.2 | Τιανοί, |
Προυσεῖς, | |
Ὀδησσεῖται, | |
col. IV.2 | Τομεῖται, |
Ἰστριανοί, | |
Καλλατιανοί, | |
col. V.2 | Μείλητος, |
Κύζικος, | |
Ἀπάμεια, | |
col. VI.2 | Χερσόνησσος, |
Βόσπορος, | |
Τύρα, Σινώπη. | |
5 | ἐπὶ ἀρχόντων τῶν περὶ Θεοκλέα Σατύρου τὸ δʹ, |
μηνὸς Βοηδρομιῶνος ει, ἐκκλησίας γενομένης | |
πανδήμου, εἰσηγησαμένου Ἀντιφ̣ῶντος Ἀναξιμέ- | |
νους, οἱ ἄρχοντες εἶπαν· ἐπὶ {²⁶ἐπεὶ}²⁶ Θεοκλῆς Σατύρου, ἀ- | |
νὴρ γενόμενος ἐκ προγόνων λαμπρῶν κ<α>ὶ πολλὰ | |
10 | τῇ πατρίδι ἡμῶν κατανυσαμένων <ἀγαθὰ> ἔν τε πρεσβείαις καὶ <ἀ>ρ- |
χαῖς πάσαις καὶ εὐεργεσίαις τῶν καθ’ ἕνα πολειτῶν τε ❦ | |
καὶ τῶν ἐπιδημούντων παρ’ ἡμᾶς ξένων, κατηκολούθησεν | |
ὁ ἀνὴρ τῷ τῶν προγόνων ἀξιώματι καὶ τὸ λαμπρὸν καὶ εὔ- | |
νουν πρὸς τὴν πατρίδα διεδ̣είξατο, ὡς καὶ οἱ πρόγονοι αὐτοῦ, | |
15 | ἔν τε ἤθει χρηστῷ καὶ τρόπῳ ἀγαθῷ καὶ εὐνοίᾳ τῇ κοινῇ πε- |
ρὶ πάντα πᾶσιν διαφερούσῃ, ὡς διὰ τὸ μέτριον αὐτοῦ καὶ περὶ τὴν πα- | |
τρίδα φιλόστοργον καὶ περὶ τοὺς Ἕλληνας φιλόξενον νεικῆ- | |
σ̣α̣ι μὲν τοὺς προγόνους τοὺς ἑαυτοῦ, ἰσόρ<ρ>οπον δὲ καταστῆ- | |
ναι τοῖς τὰ μεγάλα τὴν πατρίδα ἡμῶν εὐεργετηκόσιν, εἴς τε πρεσ- | |
20 | βείας αὐτὸς ἑαυτὸν ἑκοντὴν παρέχων ἄοκνον, ἔργων τε ἐπιμε- |
λείαις καὶ κατασκευ<α>ῖς ἐνεκοπίασεν, ὡς δι’ αὐτὸν περικαλλε- | |
στέραν καὶ ἐνδοξοτέραν τὴν πόλιν ἡμῶν γενέσθαι, ἀρχαῖς τε | |
αἷς ἦρξεν καὶ ἱερατείᾳ καὶ στρατηγί<α>ις καὶ λειτουργίαις ἁπάσαις ἑαυτὸ[ν] | |
ἀφελῶς τῇ πατρίδι εἰς ἅπαντα ἐπεδίδου, ἤρεμόν τε ἑαυτὸν παρέχων | |
25 | καὶ ἴσον πᾶσιν, καθαρῶς ἅπαντα καὶ δικαίως διοικῶν. ἄρχων |
τε τὴν μεγίστην ἀρχὴν τὸ τετράκις ——— καθότι τοιούτων | |
ἀνδρῶν χρεία ἦν ἄρχειν καὶ πλειστάκις ———, πᾶσαν ὁμόνοι- | |
αν πολειτευόμενος, τοῖς μὲν ἡλικιώταις προσφερό- | |
μενος ὡς ἀδελφός, τοῖς δὲ πρεσβυτέροις ὡς υἱός, | |
30 | τοῖς δὲ παισὶν ὡς πατήρ, πάσῃ ἀρετῇ κεκοσμημένος, |
ὑπὸ τοῦ βασκάνου δαίμονος ἀφῃρέθη, μὴ διατελέσας | |
τὴν ἀρχήν, ὥστε ἐπὶ τούτοις τοὺς πολείτας καὶ τοὺς ξένους | |
διὰ τὸ ἀφῃρῆσθαι τοῦ προεστῶτος τῆς πόλεως ἀνδρὸς λελυ- | |
πῆσθαι ἀξιῶσαί τε τήν τε βουλὴν καὶ τὸν δῆμον καὶ τὰς πόλεις, ὧν | |
35 | ἐπεδήμουν οἱ <ξ>ένοι, στεφανωθῆναι τὸν Θεοκλέα χρυσῷ στεφά- |
νῳ καὶ ἀναγορευθῆναι ὑπὸ τοῦ κήρυκος, ὅτι ἡ βουλὴ καὶ ὁ δῆμος | |
καὶ αἱ πόλεις τῶν παρεπιδημούντων ξένων στεφανοῦσιν Θεο- | |
κλέα Σατύρου, νεικητὴν γενόμενον τῶν ἀπ’ αἰῶνος περὶ τῶν κοινῇ | |
πᾶσιν διαφερόντων καὶ τῶν τῇ πόλῃ συμφερόντων, καὶ ἀνατεθῆναι αὐ- | |
40 | τοῦ εἰκόνα ἔνοπλον δημοσίᾳ ἐν τῷ γυμνασίῳ, οὗ τῆς κατασκευ- |
ῆς τὴν ἐπιμέλειαν αὐτὸς πεποίητο· τὸ δὲ ψήφισμα τοῦτο ἀναγραφῆ- | |
ναι εἰς στήλλην λευκόλιθον καὶ ἀνατεθῆναι ἐν τῷ ἐπισημοτάτῳ τῆ[ς] | |
πόλεως τόπῳ εἰς τὸ μαθεῖν πάντας τὸν ἄνδρα πρὸς ἀνδρεί<α>ν μὲν | |
εὔτολμον καὶ πρὸς ἀρετὴν δὲ ἄοκνον καὶ πρὸ<ς> πολείτας σωτή- | |
45 | ριον καὶ πρὸς ξένους φιλάνθρωπον, ἢ ἰς προτροπὴν τῶν τὴν πό- |
λιν φιλεῖν καὶ εὐεργετεῖν δυναμένων. |