[ ] N. Black Sea — Olbia — late 2nd/early 3rd c. AD — IosPE I 22 — cf. IosPE I² p. 593 (Corr.)
1 ὅσαι πόλεις ἐστεφάνω̣σαν Θ̣εοκλέα Σατύρου ἥρωα χρυσέοις στεφάνοις· ❦
col. I.2 Ὀλβιοπολεῖται,
Νεικο[μ]ηδεῖς,
Νεικαιεῖς,
col. II.2 Ἡρακλεῶται,
Βυζάντιοι,
Ἀμαστρ̣ιανοί,
col. III.2 Τιανοί,
Προυσεῖς,
Ὀδησσεῖται,
col. IV.2 Τομεῖται,
Ἰστριανοί,
Καλλατιανοί,
col. V.2 Μείλητος,
Κύζικος,
Ἀπάμεια,
col. VI.2 Χερσόνησσος,
Βόσπορος,
Τύρα, Σινώπη.
5 ἐπὶ ἀρχόντων τῶν περὶ Θεοκλέα Σατύρου τὸ δʹ,
μηνὸς Βοηδρομιῶνος ει, ἐκκλησίας γενομένης
πανδήμου, εἰσηγησαμένου Ἀντιφ̣ῶντος Ἀναξιμέ-
νους, οἱ ἄρχοντες εἶπαν· ἐπὶ {²⁶ἐπεὶ}²⁶ Θεοκλῆς Σατύρου, ἀ-
νὴρ γενόμενος ἐκ προγόνων λαμπρῶν κ<α>ὶ πολλὰ
10 τῇ πατρίδι ἡμῶν κατανυσαμένων <ἀγαθὰ> ἔν τε πρεσβείαις καὶ <ἀ>ρ-
χαῖς πάσαις καὶ εὐεργεσίαις τῶν καθ’ ἕνα πολειτῶν τε ❦
καὶ τῶν ἐπιδημούντων παρ’ ἡμᾶς ξένων, κατηκολούθησεν
ὁ ἀνὴρ τῷ τῶν προγόνων ἀξιώματι καὶ τὸ λαμπρὸν καὶ εὔ-
νουν πρὸς τὴν πατρίδα διεδ̣είξατο, ὡς καὶ οἱ πρόγονοι αὐτοῦ,
15 ἔν τε ἤθει χρηστῷ καὶ τρόπῳ ἀγαθῷ καὶ εὐνοίᾳ τῇ κοινῇ πε-
ρὶ πάντα πᾶσιν διαφερούσῃ, ὡς διὰ τὸ μέτριον αὐτοῦ καὶ περὶ τὴν πα-
τρίδα φιλόστοργον καὶ περὶ τοὺς Ἕλληνας φιλόξενον νεικῆ-
σ̣α̣ι μὲν τοὺς προγόνους τοὺς ἑαυτοῦ, ἰσόρ<ρ>οπον δὲ καταστῆ-
ναι τοῖς τὰ μεγάλα τὴν πατρίδα ἡμῶν εὐεργετηκόσιν, εἴς τε πρεσ-
20 βείας αὐτὸς ἑαυτὸν ἑκοντὴν παρέχων ἄοκνον, ἔργων τε ἐπιμε-
λείαις καὶ κατασκευ<α>ῖς ἐνεκοπίασεν, ὡς δι’ αὐτὸν περικαλλε-
στέραν καὶ ἐνδοξοτέραν τὴν πόλιν ἡμῶν γενέσθαι, ἀρχαῖς τε
αἷς ἦρξεν καὶ ἱερατείᾳ καὶ στρατηγί<α>ις καὶ λειτουργίαις ἁπάσαις ἑαυτὸ[ν]
ἀφελῶς τῇ πατρίδι εἰς ἅπαντα ἐπεδίδου, ἤρεμόν τε ἑαυτὸν παρέχων
25 καὶ ἴσον πᾶσιν, καθαρῶς ἅπαντα καὶ δικαίως διοικῶν. ἄρχων
τε τὴν μεγίστην ἀρχὴν τὸ τετράκις ——— καθότι τοιούτων
ἀνδρῶν χρεία ἦν ἄρχειν καὶ πλειστάκις ———, πᾶσαν ὁμόνοι-
αν πολειτευόμενος, τοῖς μὲν ἡλικιώταις προσφερό-
μενος ὡς ἀδελφός, τοῖς δὲ πρεσβυτέροις ὡς υἱός,
30 τοῖς δὲ παισὶν ὡς πατήρ, πάσῃ ἀρετῇ κεκοσμημένος,
ὑπὸ τοῦ βασκάνου δαίμονος ἀφῃρέθη, μὴ διατελέσας
τὴν ἀρχήν, ὥστε ἐπὶ τούτοις τοὺς πολείτας καὶ τοὺς ξένους
διὰ τὸ ἀφῃρῆσθαι τοῦ προεστῶτος τῆς πόλεως ἀνδρὸς λελυ-
πῆσθαι ἀξιῶσαί τε τήν τε βουλὴν καὶ τὸν δῆμον καὶ τὰς πόλεις, ὧν
35 ἐπεδήμουν οἱ <ξ>ένοι, στεφανωθῆναι τὸν Θεοκλέα χρυσῷ στεφά-
νῳ καὶ ἀναγορευθῆναι ὑπὸ τοῦ κήρυκος, ὅτι ἡ βουλὴ καὶ ὁ δῆμος
καὶ αἱ πόλεις τῶν παρεπιδημούντων ξένων στεφανοῦσιν Θεο-
κλέα Σατύρου, νεικητὴν γενόμενον τῶν ἀπ’ αἰῶνος περὶ τῶν κοινῇ
πᾶσιν διαφερόντων καὶ τῶν τῇ πόλῃ συμφερόντων, καὶ ἀνατεθῆναι αὐ-
40 τοῦ εἰκόνα ἔνοπλον δημοσίᾳ ἐν τῷ γυμνασίῳ, οὗ τῆς κατασκευ-
ῆς τὴν ἐπιμέλειαν αὐτὸς πεποίητο· τὸ δὲ ψήφισμα τοῦτο ἀναγραφῆ-
ναι εἰς στήλλην λευκόλιθον καὶ ἀνατεθῆναι ἐν τῷ ἐπισημοτάτῳ τῆ[ς]
πόλεως τόπῳ εἰς τὸ μαθεῖν πάντας τὸν ἄνδρα πρὸς ἀνδρεί<α>ν μὲν
εὔτολμον καὶ πρὸς ἀρετὴν δὲ ἄοκνον καὶ πρὸ<ς> πολείτας σωτή-
45 ριον καὶ πρὸς ξένους φιλάνθρωπον, ἢ ἰς προτροπὴν τῶν τὴν πό-
λιν φιλεῖν καὶ εὐεργετεῖν δυναμένων.
Search Help