[ ] N. Black Sea — Olbia — 2nd c. AD? — IosPE I 21
1  ἐπὶ ἀρχόντων τῶν περὶ Ὀμψάλακον Εὑρησι-
 βίου, μηνὸς Πανήμου ιβʹ, ἔδοξεν τῇ βουλῇ
καὶ τῷ δήμῳ <ἐπαινέσαι> Καρζόαζον Ἀττάλου ἄνδρα κα-
λῶς ἐπιβεβηκότα τοῖς τῆς πολειτείας ἴχνε-
5 σι καὶ ζηλώσαντα βίον ἀλοιδόρητον. ἐδοκί-
μασεν αὐτοῦ ἡ πεῖρα τοὺς κόπους· ἔν τε γὰρ ταῖς
κοιναῖς χρείαις αὐθαιρέτως λειτουργῶν ἀνε-
 πιζήτητον πόνον εἰσέφε<ρε> καὶ φθάνων τὰς ἐ-
 πιταγὰς πάσης χειροτονίας ὁλοκληρίαν ἐπε-
10  δείκνυτο. προαιρέσεως μὲν οὖν ἦν τοιαύτης· ε[ἰ]
 δέ ποτε καὶ τὸ πρόθυμον αὐτοῦ ἡ πατρὶς ὑπομνή-
 σει συνεχέστερον ἐπεσπᾶτο, μειμούμενο[ς]
 τῶν ἄριστα πολειτευομένων τὸν βίον ὑπόδειγμα τοῖ[ς]
νέοις ἐγείνετο τῆς τῶν καλῶν ὁμοιότητος, ἔν τε ταῖς
15 ἀρχαῖς πιστῶς καὶ πονικῶς ὑπηρετῶν καὶ ἀόκνως τὰ ἐπ[ι]-
τασσόμενα κατορθούμενος ἐν ταῖς πρὸς τοὺς γειτνι-
ῶντας βασιλέας πρεσβείαις, ὧν ἰς τὴν ἀκρείβειαν
 τῆς ἑρμηνείας στενοχωρεῖ ὁ λόγος· οὐ μὴν ἧττ<ο>ν
 ἐπειράζετο ἐν ταῖς πρὸς ἕνα ἕκαστον ὑπαντή-
20 σεσι, ἀλλὰ κἀκεῖ τελείως ἐπεγεινώσκετο ἀ-
νήρ· φιλ[α]νθρωπίᾳ μὲν ἀπαγόμενος τοὺς ξέ-
νους καὶ χρηστοῖς ἤθεσι φιλοξενῶν συνγενικὸν
πάθος ἐπεδείκνυτο, πολειτῶν δὲ εἴ τις αὐτῷ
συνέμειξεν ἢ κατὰ συναλλαγῆς ἀφορμὴν ἢ κα-
25 τὰ συμβιώσεως συνήθειαν, οὐδὲ λόγος χωρῆ-
σαι δύναται τὴν εἰς αὐτὸν εὔνοιαν· ἀλλὰ καὶ <μέχρι> πε-
ράτων γῆς ἐμαρτυρήθη τοὺς ὑπὲρ φιλίας κινδύνους
μέχρι Σεβαστῶν συμμαχίᾳ παραβολευσάμενος·
δι’ ὃ δὴ ἐπὶ τούτοις ἡ {τε} πατρὶς χαλεπῶς ἐνένκα-
30 σα τὴν ἐπ’ αὐτῷ συμφορὰν καὶ τὴν με<ταλλαγ>ὴν τοῦ β<ί>ου
βαρυνομένη ἐψηφίσατο ἐπαίνοις καὶ ταῖς πρεπού-
σαις μαρτυρίαις παρηγορῆσαι τὸ ἐπ’ αὐτῷ σύμπτω̣-
μα, ἵνα καὶ τεθνὼς ᾖ παρὰ τοῖς ζῶσιν ἔντειμος, στ̣[ε]-
φανωθῆναι δὲ αὐτὸν <χρυσῷ στεφάνῳ καὶ τὸν κήρυκα ἀναγορεῦσαι> ἐπὶ τῆς ἐ<κ>κομιδῆς, ὅτι ὁ δῆ-
35 μος στεφανοῖ Καρζ<ό>αζον Ἀττάλου   ζήσαντα κα-
λῶς καὶ δημωφελῶς, ἀνατεθῆναι δὲ   τὸ ψήφισ-
μα ἐν ἐπισήμῳ τόπῳ, ἵνα οἱ ἀναγεινώσκοντε[ς]
προτροπὴν ἔχωσιν εἰς τὸ μειμεῖσθαι βίον
ἐπαινούμενον. Ζώρσανος Νεικηράτου τὸ ψή-
40 φισμα ἀνέστησε Καρζοάζῳ Ἀττάλου μνήμης
 χάριν.
Search Help