[ ]
N. Black Sea — Olbia — early 1st c. BC — IosPE I 17
See also:
1 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — —] τὴν πολλὴν [— — — — — — — — — — — — — — — — — — — — — —]ΟΣΑΙ | |
[— — — — — — — — — — —]ους εὐσε[β]ῆ [— — — — — — — — — — — — — — — — — — — — — —]ΟΣΒΟ | |
[— — — — — — — — — — —]θεν μὲν κειμένας ὑπὸ [— — — — — — — — — — — — — — — — — — —]ΣΑΤΟ | |
5 | [— — — — — — — — — — —]ρον μεταδιώρθωσ[α]ν παρο[— — — — — — — — — — — — — — — —] χρυσῶν |
[— — — — — — — — — ἐπ]ανῆκεν εἰς τὴν πατρίδα· ἐν γὰρ [π]ρο[— — — — — — — — — — — — — —] Χερρο- | |
[νησ— — — — ἐπεὶ εἶδ]ε συνεχέσι πολέμοις καταβυθισθ[ε]ῖ[σαν τὴν πόλιν, διέλυ]σεν μὲν τὴν μεταξὺ α[ὐ]- | |
[τῶν διαφοράν, κατέσ]τησεν δὲ τὴν πόλιν εἰς εἰρήνην, ἐφ’ οἷς ἀνδριάντος [ἀν]αστά[σε]ι καὶ εἰκόνος ἀ- | |
[ναθέσει ἐτιμήθη ὑπ’ α]ὐτῶν, ἐν πᾶσιν τῆι πατρίδ[ι] μὲν τὰ συμ[φορ]ώτατα διαπρα[ττόμ]ενος, ἑατῷ δ[ὲ] | |
10 | [δόξαν καὶ τιμὴν κτώ]μενος· τούς τε διὰ παντὸς ἐπεγει[ρ]ομ[έ]νους ἐπὶ τ[ὴν πόλιν πολεμίους] |
[ἀμυνόμενος καὶ σωτήριο]ς ὢν τοῖς πολείταις [κ]ατὰ τὸ πλεῖστον ἐν ἀσ[φ]αλ[ε]ίᾳ τὰ τῆς πατρί[δο]ς πρά- | |
[γματα κατέστησε, σωφρό]νως μὲν βουλευόμενος ἕκαστα, ἄμεινον δὲ ἐπιτ[ελ]ῶν τὰ δοχθέντα. | |
[τὸ δὲ τελευταῖον, διαβ]άντων εἰς τὴν Ὑλαίαν τῶν πολειτῶν οὐδ’ ἐν το[ύ]τοις τοῦ προνοεῖν τῆς | |
[πόλεως ἀπελείφθη· οἰόμενο]ς γὰρ τῆι ἑαυτοῦ παρουσίᾳ τοὺς ὄχλους εὐφυλακτοτέ[ρου]ς ἔσεσ- | |
15 | [θαι, ἄνευ — — — — κ]αὶ τῆς καθηκούσης ἀκολουθίας παραγενόμενος αὐτόθι προεφύλασσεν· |
[ἰδὼν δὲ τὴν τῶν πολεμί]ων ἔφοδον τοὺς μὲν πολείτας ἐξέστειλεν εἰς τὴν πόλιν, αὐτὸς δ’ ὑ[π]έμε[ι]- | |
[νε τὴν εἰσβολὴν αὐτῶ]ν ἐγ[δ]εξόμενος· νε[μ]εσητὸν γὰρ ἡγεῖτο [κα]ὶ κοινῇ μὲν τῆς πόλεως προυνόει, | |
[ἰδίαι δὲ — — — — — — φρ]οντίσειεν. διὸ καὶ οἱ πολέμιοι, τὸ ἀνυπόστατον αὐτοῦ τῆς ἀρετῆς δείσα[ν]- | |
[τες, ἐκ μὲν τοῦ φανεροῦ] οὐκ [ἐθ]άρρησαν ἐπιβαλεῖν, ἐνεδρεύσαντες δὲ αὐτὸν νύκτ<ω>ρ ἐδο[λοφ]όνη- | |
20 | [σαν· ὥστε ἐπὶ τούτοις ὁ δῆμο]ς, αἰφνίδιον σ<υ>μφορὰν θεασάμενος, τῆς πόλεως ἀποβεβλημένη[ς ἀ]γαθὸν |
[πολείτην, χαλεπῶς μὲ]ν ἤνενκεν τὸ πένθος αὐτοῦ διὰ τὴν χρηστότητα, ἐπαχθῶς δὲ διὰ τὴ[ν] | |
[τοῦ θανάτου ὠμότητα· δεδόχ]θαι οὖν τῆι βουλῆι καὶ τῶι δήμωι, ὅπως ἐπιφανεστέρας τύχηι παρὰ πάντας τῆ[ς] | |
[τιμῆς, τὸ μὲν σῶμα αὐτοῦ ε]ἰσκ[ο]μισθῆναι εἰς τὴν πόλιν πρὸς τὴν καθήκουσαν κηδείαν, κλεισθῆνα[ι] | |
[δὲ τὰ ἐν τῆι πόλει ἐργαστ]ήρια, μελανειμονῆσαί τε τοὺς πολείτας καὶ παρέπεσθαι τῆι ἐκφορᾷ ἅ- | |
25 | [παντας ἐν τάξει, στεφανωθ]ῆναί τε αὐτὸν ὑπὸ τοῦ δήμου ἐπὶ τῆς ἐκκομιδῆς χρυσῷ στε- |
[φάνῳ· ἀνασταθῆναί τε αὐ]τοῦ καὶ ἀνδριάντα ἔφιππον ἐν ᾧ ἂν τόπῳ οἱ προσήκοντες αὐτοῦ | |
[βούλωνται καὶ ἐπιγραφὴν δ]οῦναι τήνδε· "ὁ δῆμος Νεικήρατον Παπίου, τὸν ἀ[π]ὸ προγόνων εὐερ- | |
[γέτην ὄντα καὶ πλεῖστα τ]ῆι πόλει κατορθωσάμενον ἀγαθά, ἀρετῆς ἕ[ν]εκα καὶ εὐεργεσίας | |
[τῆς εἰς αὑτόν"· στεφα]νοῦσθαι δὲ αὐτὸν καὶ καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῆι ἀρχαιρετικῆι ἐκ[λη]- | |
30 | [σίαι καὶ ἐν τῶι — — — ἀ]γῶνι τἀχιλλεῖ {²⁶Ἀχιλλεῖ}²⁶ κατὰ τὸ πυθόχρηστον τῆς ἱπποδρομίας, τοῦ κήρυκος ἀν[α]- |
[γορεύοντος καθὼς ἡ ἐπ]ιγραφὴ {ι} τοῦ ἀνδριάντος περιέχει· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα εἰς τε- | |
[λαμῶνα λευκόλιθον κα]ὶ ἀναθεῖναι ἐν ᾧ ἂν τόπῳ οἱ προσήκοντες αὐτοῦ βο[ύλ]ωντ<α>ι, ὅπως καὶ οἱ λ[οι]- | |
[ποὶ πολεῖται προθυμότ]εροι γ[ε]ίνωνται εὖ ποιεῖν τὴν πατρίδα, τοὺς εὐεργέτας ταῖς καθηκο[ύ]- | |
[σαις τιμαῖς κοσμουμέν]ους ὁρῶντες. |