[ ] N. Black Sea — Olbia — 3rd c. BC — IosPE I 15
1 ἔδοξε βουλῆι κα[ὶ δήμωι Ὀλβιοπολιτῶν].
Ἀγαθήνωρ Πολυχ̣[άρμου — — — — — εἶπ]ε̣ν·
[ἐπ]ειδὴ Ναύτιμος [Π]ασιάδα [Κ]αλλατιανὸς
εὔνους ὢν διατελεῖ τῆι πόλει καὶ τοῖς
5 φικνο[υ]μένοις τῶν πολιτῶν εἰς Κάλλα-
τιν χρείας παρέχεται μετὰ πάσης φι-
λοτιμίας, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
μωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις Ναύτιμον
Πασιάδα Καλλατιαν̣ὸν ἀρετῆς ἕνεκεν
10 καὶ εὐνοίας τῆς εἰς τ[ὸ]ν̣ δῆμον, δεδό[σ]-
θαι δὲ αὐτῶι καὶ ἐκγόν[οις προ]ξενία[ν καὶ]
[π]ολιτείαν κ<α>ὶ εἴσπ[λουν καὶ ἔκπλο]-
[υ]ν̣ ἐμ πολέμωι καὶ̣ [ἐν εἰρήνηι, ἀσυλεὶ]
[καὶ] ἀ̣σπονδεί· τὸ [δὲ ψήφισμα τοῦτο]
15 [ἀναγ]ράψαι εἰς [στήλην λευκοῦ λίθου]
[καὶ στ]ῆσαι ἐν̣ [— — — — — — — — —]
          vacat
Search Help
Contact Us