[ ]
N. Black Sea — Olbia [found at Hieron Kalchedonion (Anadolu Kavak)] — early 4th c. BC — IosPE I 11
See also:
1 | [εἰς Βο]ρυσσθένη εἰσπλεῖν τὸν βου- |
[λόμε]νον κατὰ τάδε· ἔδοξε βουλῆι | |
[καὶ δή]μωι, Κάνωβος Θρασυδάμαντο[ς] | |
[εἶπ]ε· εἶναι παντὸς χρυσίου ἐπισήμο | |
5 | [κ]αὶ ἀργυρίο ἐπισήμου εἰσσαγωγὴ[ν] |
[κα]ὶ ἐξαγωγήν· ὁ δὲ θέλων πωλεῖν [ἢ] | |
[ὠν]εῖσθαι χρυσίον ἐπίσημον ἢ ἀργύ- | |
[ριο]ν ἐπίσημον πωλείτω καὶ ὠνείσθ[ω] | |
[ἐπὶ] τοῦ λίθου τοῦ ἐν τῶι ἐκκλησιασ[τη]- | |
10 | [ρί]ω[ι· ὃς] δ’ ἂν ἄλλοθι ἀποδῶται ἢ πρίη- |
[ται, φευ]ξεῖται ὁ μὲν ἀποδόμενος το[ῦ] | |
[πωλουμέν]ου ἀργυρίου, ὁ δὲ πριάμενος τῆ[ς] | |
[τιμῆς], ὅσου ἐπρίατο· πωλεῖν δὲ καὶ ὠν[εῖ]- | |
[σθαι] πάντα πρὸς τὸ νόμισμα τὸ τῆ[ς] | |
15 | [πόλ]εως, πρὸς τὸν χαλκὸν καὶ τὸ ἀργύριο[ν] |
[τὸ] Ὀλβιοπολιτικόν. ὃς δ’ ἂν πρὸς ἄλλο [τι] | |
[ἀποδ]ῶται ἢ πρίηται, στερήσεται ὁ μὲν [ἀ]- | |
[ποδ]όμενος ὁ͂ ἂν ἀποδῶται, ὁ δὲ πριάμ[ε]- | |
[ν]ος ὅσου ἂν πρίηται· πράξονται δὲ το[ὺς] | |
20 | [πα]ρὰ τὸ ψήφισμά τι παρανομο͂ντας |
οἳ ἂν τὴν ὠνὴν πρίωνται τῶν παρανο- | |
μησάντων, δίκηι καταλαβόντε[ς]· | |
τὸ δὲ χρυσίον πωλεῖν καὶ ὠνεῖσθ[αι τὸ]- | |
ν μὲν στατῆρα τὸν Κυζικηνὸν [ἑνδεκά]- | |
25 | το ἡμιστατήρο, καὶ μήτε ἀξιώτερο[ν μή]- |
τε τιμιώτερον, τὸ δ’ ἄλλο χρυσίον τὸ [ἐ]- | |
[πίσ]ημον ἅπαν καὶ ἀργύριον τὸ ἐπίση[μον] | |
πωλεῖν καὶ ὠνε͂σθαι ὡς ἂν ἀλλ[ήλους] | |
πείθωσι· τέλος δὲ μηδὲν [πράττειν μήτε] | |
30 | [χ]ρυσίου ἐπισήμου μήτ’ ἀργυ[ρίου ἐπισή]- |
[μ]ου μήτε πωλο͂ντα μήτ’ [ὠνούμενον — —] | |
[— — — — —]Ο․ΡΓΛΜΙ[— — — — — — — —] |