[ ] N. Black Sea — Olbia — ca. 340-330 BC — I.Olbia 5
See also:
1    ἀγαθεῖ τύχει.
         vacat
2 Ὀλβιοπολῖται ἔδωκαν
Ξανθίππωι Ἀριστο-
φῶντος Ἐρχιεῖ,
5 Φιλοπόλιδι Φιλοπόλιδος
Δειραδιώτει Ἀθηναίοις
αὐτοῖς καὶ τοῖς ἐγγόνοις
προξενίαν, πολιτείαν,
ἀτέλειαν πάντων
10 χρημάτων ὧν ἂν αὐτοὶ
εἰσάγωσιν ἢ ἐξάγωσιν,
ἢ παῖδες ἢ ἀδελφοὶ
οἷς κοινὰ τὰ πατρῶια,
ἢ θεράποντες, καὶ
15 εἴσπλουν καὶ ἔκπλουν
καὶ ἐν εἰρήνηι καὶ ἐμ πο-
λέμωι ἀσυλεὶ καὶ
ἀ̣σπονδεί.
Search Help