[ ] N. Black Sea — Olbia — ca. 340-330 BC — I.Olbia 6
See also:
1    ἀγαθῆι τύχηι.
Ὀλβιοπολῖται ἔδωκαν
τοῖς Θεοπρόπου παισὶν
Θεοφάνει καὶ Ἀρίστῑ
5 Ἡρακλεώταις, αὐτοῖς
καὶ ἐκγόνοις προξε-
νίαν, πολιτείαν,
ἀτέλειαν πάντων
χρημάτων ὧν ἂν αὐτοὶ
10 εἰσάγωσιν ἢ ἐξά-
γωσιν, ἢ θεράποντες,
καὶ εἴσπλουν καὶ
ἔκπλουν καὶ ἐμ πο-
λέμωι καὶ ἐν εἰρήνηι
15 ἀσυλεὶ καὶ ἀσπονδεί.
Search Help