[ ] N. Black Sea — Olbia — ca. 375-350 BC — IosPE I² 20
See also:
1 τύχηι ἀγαθῆι.
Ὀλβιοπολῖται
ἔδωκαν Χαιριγένει
Μητροδώρου Μεσημ-
5 βριανῶι αὐτῶι καὶ ἐκ-
γόνοις προξενίαν,
πολιτείαν, ἀτέλειαν
πάντων χρημάτων
ὧν ἂν αὐτὸς εἰσάγηι
10 ἐξάγηι, ἢ παῖδες, ἢ ἀ-
δελφοὶ οἷς κοινὰ τὰ
πατρῶια, ἢ θεράπων,
καὶ εἴσπλουν καὶ ἔκπλουν
καὶ ἐν πολέμωι καὶ ἐν
15 εἰρήνηι ἀσυλΕ καὶ
ἀσπονδΕ.
Search Help
Contact Us