[ ] N. Black Sea — Olbia [found at Hieron Kalchedonion (Anadolu Kavak)] — ca. 375-350 BC — IosPE I² 24 — IK Kalchedon 16
See also:
1 [εἰς Βο]ρυσσθένη εἰσπλεῖν τὸν βου-
[λόμε]νον κατὰ τάδε· ἔδοξε βουλῆι
[καὶ δή]μωι, Κάνωβος Θρασυδάμαντο[ς]
[εἶ]π̣ε· εἶναι παντὸς χρυσίου ἐπισήμοˉ
5 [κ]αὶ ἀργυρίοˉ ἐπισήμου εἰσσαγωγὴν̣
[κ]αὶ ἐξαγωγήν· ὁ δὲ θέλων πωλεῖν [ἢ]
[ὠν]εῖσθαι χρυσίον ἐπίσημον ἢ ἀργύ-
[ριο]ν ἐπίσημον πωλείτω καὶ ὠνείσθ[ω]
[ἐπὶ] τοῦ λίθου τοῦ ἐν τῶι ἐκκλησιασ[τη]-
10 [ρίωι]·[ς] δ’ ἂν ἄλλοθι ἀποδῶται ἢ πρίη[ται]
[․․․ φευ]ξεῖται ὁ μὲν ἀποδόμενος το͂ [πω]-
[λομέν]ου ἀργυρίου, ὁ δὲ πριάμενος τῆ[ς]
[τιμῆς] ὅσου ἐπρίατο· πωλεῖν δὲ καὶ ὠν[ε]-
[ῖσθαι] πάντα πρὸς τὸ νόμισμα τὸ τῆς
15 [πόλ]ε̣ως, πρὸς τὸν χαλκὸν καὶ τὸ ἀργύριο[ν]
[τὸ] Ὀλβιοπολιτικόν· ὃς δ’ ἂν πρὸς ἄλλο [τι]
[ἀποδ]ῶται ἢ πρίηται, στερήσεται ὁ μὲν [ἀ]-
[ποδ]όμενος ὁ͂ ἂν ἀποδῶται, ὁ δὲ πριάμ[ε]-
[ν]ος ὅσου ἂν πρίηται· πράξονται δὲ το[ὺ]-
20 [ς πα]ρὰ τὸ ψήφισμά τι παρανομο͂ντας
οἳ ἂν τὴν ὠνὴν πρίωνται τῶν παρανο-
μησάντων δίκηι καταλαβόντε[ς]·
τὸ δὲ χρυσίον πωλεῖν καὶ ὠνεῖσθ[αι τὸ]-
ν μὲν στατῆρα τὸν Κυζικηνὸν ε̣[ἰνά]-
25 τοˉ ἡμιστατήροˉ καὶ μήτε ἀξιώτερο[μ μή]-
τε τιμιώτερον, τὸ δ’ ἄλλο χρυσίον τὀˉ[πί]-
[σ]ημον ἅπαν καὶ ἀργύριον τὸ ἐπίση[μον]
πωλεῖν καὶ ὠνε͂σθαι ὡς ἂν ἀλλ[ήλους]
πείθωσι· τέλος δὲ μηδὲν [πράττειν μήτε]
30 [χ]ρυσίου ἐπισήμου μήτ’ ἀργυ[ρίου ἐπισή]-
μου μήτε πωλο͂ντα μήτ’ [ὠνούμενον]
[— — — — —]ΡΓΑΜΙ[— — — — — —]
Search Help