[ ] N. Black Sea — Kytaion — 234 AD — SEG 2.481
1 ❦ {ι} ἀγαθῆι τύχηι. θεῶι βροντῶντι ἐπηκόωι ἡ πατρὶς Κοιτειτῶν {ι} τὸν ναὸν σὺν τοῦ παρακειμένου
οἴκου καὶ τοῦ περιαύλου ἐποίησεν ἐκ θεμελίων ἐκ τῶν ἰδίων ἀναλωμάτων ἐπιμεληθέντος τοῦ ἔργου
Ἰουλίου Συμμάχου Στρατονείκου τοῦ πρὶν ἐπὶ τοῦ ἱππῶνος {ι} ὃς καὶ ἀνέθηκεν χρυσοῦς δέκα δύο ὧν τοὺς
τόκους καταχωρεῖν κατὰ πᾶν ἔτος εἰς τὸ θεῖον πιστεύσας Ἰουλίω<ι> Ψυχαρίωνι τῶ<ι> ἱερεῖ.
5 ramus cum foliis}²  ἐν τῶι ∙ αλφʹ ∙ ἔτει καὶ μηνὶ Δείωι ∙ αʹ ∙ {²ramus cum foliis  aquila
Search Help
Contact Us