[ ]
N. Black Sea — Pantikapaion (Kerch) — 227 AD
1 | χαίρειν μὲν πρώτιστα |
παρ’ ἀνδρῶν ἀνδράσιν· ἡδὺ | | |
γνήσια ταῦ{ταυ}τα {²⁶ταῦτα}²⁶ φίλοις | |
ἐγνώκαμεν, ὦ παροδεῖτα. | | |
5 | πάντα λογιζόμενοι καθ’ ἑ- |
αυτοὺς ταῦτ’ ἐφρονοῦμεν· | | |
τοῦ πρὶν ἀποθνήσκειν | |
ψυχὴν ἰδίαν ἀναπαύειν, | | |
τερπ[όμε]νοι νεκύων | |
10 | μνήμασι λαϊνέοις | |
τὴν στήλλην ἔθεμεν | |
ὁμόφρονες ὁμονοοῦ̣ντες | | |
Καλλιότερος Βασιλείδου | |
καὶ Σύμφορος Φιλετέρο<υ> | | |
15 | καὶ Μυρωμένη {²⁶Μυρομένη}²⁶ Καλ<λ>ιοτέ- |
ρου ζήσασα φιλάνδρως· | | |
ἀέναον μνήμην τοῖς | |
παροδειτοφίλοις. | | |
ἔτους δκφʹ, μηνὸς Ὑπερ- | |
20 | βερ̣ετα[ίου] ϛιʹ. |