[ ] N. Black Sea — Pantikapaion (Kerch) — 2nd c. BC-2nd c. AD? — IosPE II 197
1              Σαββίων
             Στεφάνου,
             χαῖρε.
               {²anaglyphum
4 ἐφθάσθης, δύστανε, τύχης δη<λή>μασι καί σευ
5 πάντα λέλειπτ’ ἀρετῆς, οἷς ἔπι τρυχό<μ>ε[θα]·
ἦθος, [ν]οῦς, ἀκμή· Μοῦσαι δέ σε <τὸ πρ>ὶν ἐν ἡμεῖν
τέρπουσαι, νυνεὶ θρηνολογοῦσι, τάλαν·
ματέρι πένθος ἔφυς, λύπα πατρί· <οἷ>α δὲ δένδρου
κλὼν ν<ῦν> ἐκλάσθης ἔ<ν>δρομος εἰς Ἀΐδαν,
10 Σαββίων· ἀλλ’ ἔστω σοι ὁ πᾶς κοῦφο<ς> λί<θ>ο<ς>, εἴ<γ>ε
πᾶσι πάρος ζώων ἦς σ<ὺ> προσηνότατος.
Search Help
Contact Us