[ ]
N. Black Sea — Pantikapaion (Kerch) — 2nd c. BC-2nd c. AD? — IosPE II 197
| 1 | Σαββίων |
| Στεφάνου, | |
| χαῖρε. | |
| {²anaglyphum}² | |
| 4 | ἐφθάσθης, δύστανε, τύχης δη<λή>μασι καί σευ |
| 5 | πάντα λέλειπτ’ ἀρετῆς, οἷς ἔπι τρυχό<μ>ε[θα]· |
| ἦθος, [ν]οῦς, ἀκμή· Μοῦσαι δέ σε <τὸ πρ>ὶν ἐν ἡμεῖν | |
| τέρπουσαι, νυνεὶ θρηνολογοῦσι, τάλαν· | |
| ματέρι πένθος ἔφυς, λύπα πατρί· <οἷ>α δὲ δένδρου | |
| κλὼν ν<ῦν> ἐκλάσθης ἔ<ν>δρομος εἰς Ἀΐδαν, | |
| 10 | Σαββίων· ἀλλ’ ἔστω σοι ὁ πᾶς κοῦφο<ς> λί<θ>ο<ς>, εἴ<γ>ε |
| πᾶσι πάρος ζώων ἦς σ<ὺ> προσηνότατος. |