[ ] N. Black Sea — Pantikapaion (Kerch) — late 1st-mid. 2nd c. AD — GVI 1475
See also:
A.1 Στρατόνεικε υἱὲ Ζήνωνος, χαῖρε.
      {²duo anaglypha
B.1 καὶ πινυτήν, Στρατόνεικε, καὶ ἤθεα κεδνὰ φυλάσσων
  ὤλεο, τῶι λυγρῶι πατρὶ λιπὼν δάκρυα.
θεῖε φίλε, προτέροις ἐναρίθμιε· μυρία δ’ αἰὼν
  πεύσεται ἐκ βίβλων σὴν σοφίην ἐρατήν.
5                      vacat
C.1 Στρατονείκωι Ζήνωνος τῶι
ἰδίωι δεσποσύνωι ἀνέστη-
σε τὴν στήλην Σωσίας
ἀπελεύθερος μνήμης χάριν.
Search Help
Contact Us