[ ]
N. Black Sea — Pantikapaion (Kerch) — 1st c. AD — GVI 979
1 | Χρηστίων υἱὲ Ἀσιατικοῦ, |
χαῖρε. | |
ἐν Σιρακοῖς ἔθνῃσκον, ἔμπορον δέ με | |
Ἑρμῆς ὁ Μαίης οὐκ ἔπεμψεν οἴκαδε. | |
5 | νυνὶ δὲ στήλη λαΐνη κατάγραφον |
ἔχει με Χρηστίωνα παῖδ’ Ἀσιατικοῦ, | |
πρὸ γάμου τελευτὴν ἀθλίην ἐσχηκότα | |
ἐν ἀλλοφύλοις. ἀλλὰ χαῖρ’, ὁ<δ>οιπόρε. |