[ ]
N. Black Sea — Pantikapaion (Kerch) — 1st c. AD — GVI 979
| 1 | Χρηστίων υἱὲ Ἀσιατικοῦ, |
| χαῖρε. | |
| ἐν Σιρακοῖς ἔθνῃσκον, ἔμπορον δέ με | |
| Ἑρμῆς ὁ Μαίης οὐκ ἔπεμψεν οἴκαδε. | |
| 5 | νυνὶ δὲ στήλη λαΐνη κατάγραφον |
| ἔχει με Χρηστίωνα παῖδ’ Ἀσιατικοῦ, | |
| πρὸ γάμου τελευτὴν ἀθλίην ἐσχηκότα | |
| ἐν ἀλλοφύλοις. ἀλλὰ χαῖρ’, ὁ<δ>οιπόρε. |