1 | Μοῦσα γυνὴ |
Πολυστράτου, | |
χαῖρε. | |
ἥ[δ]ε Γλύκωνος ἐγὼ θυγάτηρ παρὰ τῷδε κάθημαι | |
5 | εἰν Ἀΐδῃ, χήρη, ζῶντα λιποῦσα πόσιν. |
{ου} παρθένον, οὐκ ἄλοχόν με κ[α]τήγαγε βάσκανος Ἅιδης | |
οὐ τέκνων γλυκερῶν εἰκόνα θησαμένη[ν], | |
ἀλλά με οἰκτροτάτη πάντων ἀπενόσφισε Μοῖρα | |
καὶ μ’ ἐκ στοργῆς βιότου εἰς ζόφον ἡγάγε- | |
10 | το. |
CIRB
139