[ ] N. Black Sea — Pantikapaion (Kerch) — 1st c. AD — SEG 3.612
1            [Λεύκι]ε, υἱὲ Λευκίου,
                 χαῖρε.
[παυσαμένοιο πόν]ων τ<ε> καὶ ἐς τέλος οἰχομένοιο
[ἔκλιπε κ]αὶ ψυχὰ σῶμα σὸν ἀντίπαλον,
5 [Λεύκιε, κ]α̣ὶ πάτρας ἀντά[ξ]ια καὶ τὰ πρὸς ἐ{κ}χθροὺς {²⁶ἐχθροὺς}²⁶
[ἔντ]ε{ρ}α {²⁶ἔντεα}²⁶, βαρβαρικῷ αἵματι φυρόμενα·
[ὧ]δ’ ἔθανες δηίων ὑπὸ πλήθει· καὶ γὰρ ὁ Τροίας
  Ἕκτωρ ἐν προμάχοις πότμον ἐπεσπάσατο.
Search Help