[ ] N. Black Sea — Pantikapaion (Kerch) — 1st c. AD
A.1   Ἡλιόδωρος
Ἡλίου ἐτῶν λβʹ.
B.1 τὸν πιστὸν ἔργοις πᾶσι καὶ
ἄμεμπτον φίλοις | πατρὶς μὲν ἐξέθρεψεν
ἡ ποθουμένη | Ἀμαστρὶς Ἡλιόδωρον,
ἀποθανόντα δὲ | Βοόσπορος ἔθαψεν ἀρτί-
5 χνουν νεανίαν  | ἔχω δὲ πατρίδας νῦν δύω
τὴν μὲν πάλαι | ἐν ᾗ τέθραμμαι τὴν δὲ
νῦν ἐν ᾗ μένω.  | στήλην δὲ ἀδελφοὶ τήνδε
ἔθηκαν εὐσεβῶς | μνήμην ἔχοντες εἰς
ἀδελφὸν ἄξιον.
Search Help
Contact Us