[ ]
N. Black Sea — Pantikapaion (Kerch) — 1st c. AD
A.1 | Ἡλιόδωρος |
Ἡλίου ἐτῶν λβʹ. | |
B.1 | τὸν πιστὸν ἔργοις πᾶσι καὶ |
ἄμεμπτον φίλοις | πατρὶς μὲν ἐξέθρεψεν | |
ἡ ποθουμένη | Ἀμαστρὶς Ἡλιόδωρον, | |
ἀποθανόντα δὲ | Βοόσπορος ἔθαψεν ἀρτί- | |
5 | χνουν νεανίαν | ἔχω δὲ πατρίδας νῦν δύω |
τὴν μὲν πάλαι | ἐν ᾗ τέθραμμαι τὴν δὲ | |
νῦν ἐν ᾗ μένω. | στήλην δὲ ἀδελφοὶ τήνδε | |
ἔθηκαν εὐσεβῶς | μνήμην ἔχοντες εἰς | |
ἀδελφὸν ἄξιον. |