[ ]
N. Black Sea — Pantikapaion (Kerch) — 1st c. BC — IosPE IV 218 — GVI 845 — cf. SEG 49.1044
1 | Τρυφωνὶς γυνὴ Φιλε- |
ταίρου καὶ Λεύκιος καὶ | |
Ἡρακλε<ό>δωρος υἱοὶ | |
καὶ Στρατονίκη θυγάτηρ, | |
5 | χαίρ<ε>τε. |
vacat | |
6 | σὺν τρισσοῖς τεκέεσσι Τρυφωνίδα τὰν πανέρημον |
ἅρπασεν ἐκ ζωᾶς Μοῖρα βιοστερέτις | |
αὐτόθεν οὐ χρονίαν, καιρῶι δ’ ἔνι· ἃν Φιλέτ<αι>ρος | |
αἰὲν ἀν<α>στενάχει, πένθεα δεξάμ[εν]ος· | |
10 | ὧν μὲν γὰρ γενέτ<η>ς, ἧς δὲ πόσις, οἰκτρὰ δ’ ἐπ’ οἰκτρ<ο>ῖς |
εἶδε πάθη παίδων καὶ γαμετῆς ἕνεκεν. | |
στάλα δ’ οἵτινές εἰσι κέκραγέ σοι, ὥστ[ε π]άρερπε, | |
ξεῖνε, μαθὼν σάφα νῦν γράμματος ἐκ <χ>ρονίου. |