[ ]
N. Black Sea — Pantikapaion (Kerch) — ca. 50-1 BC — IosPE II 86
1 | Μηνόδωρε καὶ |
Ἡλιόδωρε | |
οἱ Ἡλιοδώρου, | |
χαίρετε. | |
5 | ὧθ’ ὑπ’ ἐμοὶ παροδεῖτα, λόγων φίλος Ἡλιόδωρος |
ὀκτωκαιδεχέτης, πατρὸς ἔχων ὄνομα· | |
σὺν τῶι Μηνεόδωρος ὁ μελλυμέναιος ἀδελφὸς | |
κέκλιται εἰν Ἀείδῃ πάντα λαχὼν ἐλέου· | |
ἀντὶ μὲν ἱμερτοῦ θαλάμου τάφον, ἀντὶ δὲ νύμ‵φης′ | |
10 | στήλην, ἀντὶ γάμου δ’ αἰνὸν ἄχος γενέταις. |
ματέρα τὰν δύστανον ὀδύρομαι, ἃ δυσὶ τέκνοις | |
θῆκεν ἀνυμφεύτοις χῖρας {²⁶χεῖρας}²⁶ ἐπὶ βλέφαρα. |