[ ]
N. Black Sea — Pantikapaion (Kerch) — ca. 50-1 BC — IosPE II 86
| 1 | Μηνόδωρε καὶ |
| Ἡλιόδωρε | |
| οἱ Ἡλιοδώρου, | |
| χαίρετε. | |
| 5 | ὧθ’ ὑπ’ ἐμοὶ παροδεῖτα, λόγων φίλος Ἡλιόδωρος |
| ὀκτωκαιδεχέτης, πατρὸς ἔχων ὄνομα· | |
| σὺν τῶι Μηνεόδωρος ὁ μελλυμέναιος ἀδελφὸς | |
| κέκλιται εἰν Ἀείδῃ πάντα λαχὼν ἐλέου· | |
| ἀντὶ μὲν ἱμερτοῦ θαλάμου τάφον, ἀντὶ δὲ νύμ‵φης′ | |
| 10 | στήλην, ἀντὶ γάμου δ’ αἰνὸν ἄχος γενέταις. |
| ματέρα τὰν δύστανον ὀδύρομαι, ἃ δυσὶ τέκνοις | |
| θῆκεν ἀνυμφεύτοις χῖρας {²⁶χεῖρας}²⁶ ἐπὶ βλέφαρα. |