[ ] N. Black Sea — Pantikapaion (Kerch) — ca. 50-1 BC — GVI 1471
1 Ἀπολλώνιος Ἀπολλωνίου,
      χαῖρε.
σὺ μὲν πρὸς Ἅδην ἀστένακτος ἔδραμες,
λιπὼν {ν} ἀήταις πνεῦμα θουρίᾳ χερί,
5 ἡ σὴ {ι} δ’ ὅμευνος δακρύοις ἀναστένει,
ἀπροσδόκητον πένθος εἰσδεδεγμένη.
τεὸν δ’ ὄλωλε κ<ά>λλος ἔσζβεσται χάρις,
φρόνησις ἔπτη, πάντα συνφορᾶς γέμει·
ὁ τῆς γὰρ ἀρετῆς μοῦνος ἐκλάσθης κανών.
10 ἀλλ’ εἰ σὲ κλωστὴρ Μοιρέων ἐρόμβισεν,
πρὸς δεινὸν ἔγχος βαρβάρων νενευκότα,
<ν>ῦν οὐ κελαινὸς οἶκο{ι}ς {²⁶οἶκος}²⁶, ἡρώων δὲ σὲ
ἕξουσι σηκοί· σοὶ γάρ, ὠπολλώνιε {²⁶Ἀπολλώνιε}²⁶,
καὶ πρόσθε σεμνὴ βάξις ἦν τεθημένη {ν},
15 καὶ νῦν θανόντι πᾶσα {ι} κοσμ<ε>ῖται χάρις.
Search Help
Contact Us