[ ]
N. Black Sea — Pantikapaion (Kerch) — 81 AD — IosPE II 52
1 | βασιλεύοντος βασιλέως Τιβε- |
ρίου Ἰουλίου Ῥησκουπόριδος φιλο- | |
καίσαρος καὶ φιλορωμαίου, εὐσε- | |
βοῦς #⁵⁶ ἔτους ζοτʹ, μηνὸς Περει[τί]- | |
5 | ου ιβʹ, Χρήστη γυνὴ πρότε- |
ρον Δρούσου ἀφείημι ἐπὶ τῆς π[ρο]- | |
σευχῆς θρεπτόν μου Ἡρακλᾶν | |
ἐλεύθερον καθάπαξ κατὰ εὐχή[ν] | |
μου ἀνεπίληπτον καὶ ἀπαρενό- | |
10 | χλητον ἀπὸ παντὸς κληρονόμο[υ] |
[τ]ρέπεσ<θ>αι αὐτὸν ὅπου ἂν βού- | |
λ[ητ]αι ἀνεπικωλύτως καθὼς η[ὐ]- | |
ξάμην, χωρὶς ἰς τ[ὴ]ν προσευ- | |
χὴν θωπείας τε καὶ προσκα[ρτε]- | |
15 | [ρ]ήσεω[ς], συνεπινευσάντων δὲ |
καὶ τῶν κληρ<ο>νόμων μου Ἡρα- | |
κλείδου καὶ Ἑλικωνιάδος, | |
συνε[πιτ]ροπευούσης δὲ καὶ τῆ[ς] | |
συναγωγῆ[ς] τῶν Ἰουδαίων. |