[ ] N. Black Sea — Pantikapaion (Kerch) — 249 AD — IosPE II 46
1   ἀγαθῆι   τύχηι.
βασιλεύοντος βασιλέως̣
Τιβερίου Ἰουλίου Ῥησκουπό[ρ]ιδος
φιλοκαίσαρος καὶ φιλορωμαίου,
5 εὐσεβοῦς τὸν σεβαστόγνωστον
Αὐρήλιον Ῥόδωνα Λολλαίου, τὸν
ἐπὶ τῆς βασιλ[ε]ίας κ<α>ὶ χειλίαρχον
καὶ ἱππέα Ῥωμαίων Αὐρ(ήλιος) ∙ Κέλσος βʹ
νεώτερος Ἡρακλεώτης τὸν
10 εὐεργέτην ἐν τῷ ∙ ϛμφʹ ἔτε[ι]
καὶ μηνὶ ∙ Γορπιαίω<ι> ∙ ζʹ ∙
Search Help
Contact Us