Funerary epigram for Castricius Philippos and others, with reference to Dyrrhachion.  Marble plaque.
[ ] Makedonia — Edessa — 3rd/4th c. AD — Delacoulonche, Mémoire (1859) 216 — Dimitsas, He Makedonia 5
1 Καστρίκιόν με Φίλιππον ἐτύμβευσεν Τίτος υἱὸς
 Εἰονίου πελάγους ἄνχι καταφθίμενον·
ὀστέα δ’ ἐνθάδ’ ἔνεικεν, ἐπεὶ γλυκὺ καὶ μετὰ μοῖραν
 οὐχὶ μόνον ζωοῖς πάτριόν ἐστ’ ἔδαφος·
                  vacat
5 δαίαν Εὐκλείας τὴν καὶ Μαρίαν με θανοῦσαν
 μητέρα τὴν ἰδίην υἱὸς ἔθαψε Τίτος,
ὀκτωκαιδεκέτης λειφθεὶς νέος (ὀστὰ δὲ πατρὸς
 εἰσενέθηκεν ἐμοὶ Δυρραχίου κομίσας),
ἧχι Φίλιππον ἔθαψεν, ἐμὸν πόσιν· ἀλλὰ τροφείων
10  μνησθεὶς ἀμφοτέροις τύμβον ἔχωσεν ἕνα.
                  vacat
11 ὃς τὸν ἐμὸν παρὰ τύμβον ἄγεις, Τίτον ἴσθι Φιλίππου
 πατρὸς Ἐδεσσαῖον παῖδά με καὶ Μαρίας.
                  vacat
13 πατρὶς μέν μοι Ἔδεσσα, τὸ δ’ οὔνομα Κλαυδία Γράπτη·
 κεῖμαι δ’ ἐνθαδ’ ἐγώ, σύνγαμος οὖσα Τίτου.
Search Help
Contact Us