Funerary epigram erected at Edessa, mentioning Dyrrhachion.  Stele with relief.
[ ] Makedonia — Edessa — 2nd/3rd c. AD — SEG 25.711
1 χοῖρος ὁ πᾶσι φίλος, τετρά-
πους νέος, ἐνθάδε κεῖ-
μαι / Δαλματίης δά-
πεδον προλιπών,
5 δῶρον προσενε-
χθείς, / καὶ
Δυρρά-
χιν δὲ ἐπάτησα Ἀπολλωνίαν τε π-
οθήσας / καὶ πᾶσαν γαίην διέβην ποσὶ μοῦ-
10 νος ἄλιπτος. / νῦν δὲ τροχοῖο βίῃ τὸ φά-
ος προλέλοιπα. / Ἠμαθίην δὲ ποθῶν
κατιδεῖν φαλλοῖο δὲ ἅρμα / ἐνθάδε
νῦν κεῖμαι τῷ θανάτῳ μηκέτ’ ὀφ-
ειλόμενος.
Search Help
Contact Us