Honorific decree of Oropos for Hieron, son of Telekles, of Aigeira.
Stele of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 154-150 BC — IG VII 411 — Syll.³ 675
1 | Ὀλύμπιχος Ἑρμοδώρου εἶπεν· ἐπειδὴ Ἱέρων |
Τηλεκλέους Αἰγειράτης εὔνους ὢν διατελε[ῖ] | |
τῶι δήμωι τῶι Ὠρωπίων ἐμ παντὶ καιρῶι καὶ λέγων | |
καὶ πράττων τὰ συμφέροντα, γενομένων τε συμ- | |
5 | πτωμάτων καὶ παρασπονδημάτων τῶμ μεγίστων |
περὶ Ὠρωπίους καὶ τῶν ἀρχόντων καὶ ἡμῶν πα- | |
ραγενομένων εἰς τὴν ἐν Κορίνθωι σύνοδον ἠρά- | |
νισέν τε ἡμῖν καὶ συμβουλεύσας παρεστήσατο | |
τοὺς Ἀχαιοὺς τὴν πᾶσαν πρόνοιαν ποιήσασθαι ὑ- | |
10 | πέρ τε τῆς πόλεως ἡμῶν καὶ τοῦ ἱεροῦ τοῦ Ἀμφια- |
ράου, ἐπεὶ καὶ ἐν τεῖ Ῥωμαίων φιλίαι καὶ πίστει διατε- | |
λοῦμεν ὑπάρχοντες· δόξαντος δὲ τοῖς Ἀχαιοῖς | |
συναγαγεῖν σύνκλητον ἐν Ἄργει περὶ τούτων, | |
Ἱέρων ἐμ παντὶ καιρῶι βουλόμενος ἐκφανῆ π[οι]- | |
15 | εῖν τὴν αὑτοῦ εὔνοιαν καὶ καλοκἀγαθίαν ὑπ[ε]- |
δέξατο πάντας τοὺς παραγενομένους Ὠρω- | |
πίων ἐπὶ τὴν ἰδίαν ἑστίαν, ἔθυσέν τε τῶι Δ[ιὶ] | |
τῶι Σωτῆρι ὑπὲρ ἡμῶν, πρός τε Ἀθηναίους κα[ὶ] | |
τοὺς ἄλλους τοὺς ἀντιπρεσβεύοντας ὑπέ[σ]- | |
20 | τη καὶ παρεστήσατο τοὺς Ἀχαιοὺς μὴ περιιδε[ῖν] |
πόλιν Ἑλληνίδα ἐξανδραποδισθεῖσαν, οὖσάν | |
γε ἐν τεῖ Ῥωμαίων φιλίαι καὶ πίστει, καὶ διὰ τὴν | |
τούτου πρόνοιαν καὶ καλοκἀγαθίαν συμβέβηκε | |
κεκομίσθαι ἡμᾶς τὴν πατρίδα καὶ κατεληλ[υ]- | |
25 | θέναι μετὰ τέκνων καὶ γυναικῶν· ὅπως οὖν κ[αὶ] |
Ὠρώπιοι φαίνωνται μνημονεύοντες ὧν ἂν εὐε[ρ]- | |
γετηθῶσιν ὑπό τινος, γίνωνται δὲ καὶ ἄλλοι ζ[η]- | |
[λ]ωταὶ τῆς αὐτῆς αἱρέσεως εἰδότες ὅτι τιμηθ[ή]- | |
σονται ἀξίως ὧν ἂν εὐεργετήσωσιν, ἀγαθε[ῖ] | |
30 | τύχει, δεδόχθαι τῶι δήμωι Ὠρωπίων· στεφαν[ῶ]- |
σαι Ἱέρω[ν]α Τηλεκλέους Αἰγειράτην εἰκόν[ι] | |
χαλκεῖ ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας ἣν̣ | |
ἔχων διατελεῖ εἰς τὸν δῆμον τὸ̣ν Ὠρωπίων, ἀν[α]- | |
γορεῦσαι δὲ τὴν τῆς εἰκ[ό]νος στάσιν Ἀμφιαρά[ων] | |
35 | τῶμ μεγάλων τῶι γυμνικῶι ἀγῶνι. |