Decree of Oropos concerning participation in the Ptoia. Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 228-226 BC — IG VII 351
1 | Ἐπικράτης Ἀρχίππου εἶπεν ὑπὲρ ἱερῶν· ἐπειδὴ συμβαίνει τὴμ |
πόλιν Ἀκραιφιείων ἀποστεῖλαι πρεσβευτὰς τρεῖς ἄνδρας τοὺς δια- | |
λεξομένους μετὰ τοῦ ἱερέως καὶ τοῦ προφήτου πρὸς τὰς πόλεις | |
τὰς ἐν τῆι Βοιωτίαι καὶ παραγενόμενοι εἰς τὴν ἐκκλησίαν τό τε ψήφισ- | |
5 | μα ἀνέγνωσαν τὸ παρὰ τῶν Ἀκραιφιείων καὶ παρεκαλοῦσαν τὸν |
δῆμον συναύξειν τὴν θυσίαν τῶι Ἀπόλλωνι τῶι Πτωΐωι καθάπερ καὶ τὸ | |
κοινὸν Βοιωτῶν καὶ ἡ πόλις τῶν Ἀκραιφιείων· ὅπως ἂν οὖν φαίνηται ἡ πόλις | |
τῶν Ὠρωπίων, καθάπερ αὐτεῖ προσήκει, εὐσεβῶς καὶ ἐνδόξως τὰ πρὸς | |
τοὺς θεοὺς συντελοῦσα καὶ εὐχαριστοῦσα τεῖ πόλει Ἀκραιφιείων, | |
10 | δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· τὸν ἄρχοντα καὶ τοὺς πολεμάρχους |
τοὺς ἀεὶ γινομένους καὶ τὸγ γραμματέα πέμπειν βοῦν ἀπὸ τῆς πόλεως | |
εἰς τὰ Πτώϊα καὶ αὐτοὺς συμπομπεύειν καὶ τἆλλα πάντα πράττειν καθά- | |
περ καὶ ἐν ταῖς λοιπαῖς θυσίαις γέγραπται, αἷς ἡ πόλις θύει ἐν τῶι κοινῶι | |
Βοιωτῶν· ἀναγράψαι δὲ τοὺς πολεμάρχους τόδε τὸ ψήφισμα ἐν τῶι | |
15 | ἱερῶι τοῦ Ἀμφιαράου, οὗ ἂν αὐτοῖς φαίνηται ἐγ καλλίστωι εἶναι, τὸ δὲ |
ἄλωμα τὸ γενόμενον εἰς τὴν ἀναγραφὴν τοῦ ψηφίσματος δοῦναι | |
τὸν ταμίαν τὸν προάρχοντα τὴν δευτέραν τετράμηνον. |