Decree of Oropos concerning restoration of the city walls. Fragments
of a pedimental stele of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — late 4th/early 3rd c. BC — ArchEph (1953/54) Chr., 158, 1 — SEG 16.295 — SEG 25.486
See also:
1 | [․․․․․․․․c.20․․․․․․․․ εἶπεν]· δεδόχθαι τῶ[ι δή]- |
[μωι· ὅπως ἂν φρούριά τε ἰσχυρὰ] ἡμῖν κατασκε[υα]- | |
[σθῆι καὶ τὰ πεπτωκότα τείχη ἀνοι]κοδομηθεῖ, τ[οὺς] | |
[ἄνδρας τοὺς ἐπὶ τὰ τείχη ἡιρημέ]νους, Κράτυλλο̣[ν] | |
5 | [— — — — — — — — — — — — — —]ον, Ἐξηκεστίδην, |
ἐπιμελη[θῆναι ὅπως ἂν εἰς τὸ]ν τε̣ιχισμὸν χρήμα- | |
τα πορισθῆι τῆι π[όλει, τὰς δὲ] προσόδους τῆς πόλε- | |
ως πάσας ὑπάρχειν εἴ[ς τε τὸ]ν τε[ιχ]ισμὸν καὶ εἰ- | |
ς τὴν ἀπόδοσιν τῶν δα[νειθέντων χρ]ημάτων vv | |
10 | εἰς τὰ τείχη, ἀφαιρεθ[ῆναι δὲ ὅ]σα τε εἰς τὰ ἱερὰ ἀνα- |
λίσκεται καὶ μισθοὺς [το]ῖς ὑπηρέταις καὶ εἴ τι ἄλλο | |
ἀνάλωμα τῆς πόλεώς [ἐ]στι κατὰ νόμον ἢ κατὰ ψή%⁸⁰- | |
φισμα· ὅπως δ’ ἂν εἰδῶσι πάντες τοὺς προελομέ%⁸⁰- | |
νους εἰς τὸν τειχισμὸν τῆς πόλεως βοηθῆσαι, τοὺς | |
15 | τειχοποιοὺς ἀναγράψαι ἐν στ̣ήλαις λιθίναις τό τ[ε] |
ψήφισμα τοῦ δήμου̣ καὶ τὰ ὀνόματα τῶν τειχοπο[ι]- | |
ῶν καὶ τῶν δανεισάντων τῆι πόλει καὶ ὅ τι ἕκαστος | |
[ἐ]δάνεισε καὶ τῶν ἐνγυησαμένων καὶ στῆσαι vv | |
[τὴν μ]ὲν ἐν τῶι ἱε̣ρῶι τοῦ Ἀμφιαράου, τὴν δὲ ἐν | |
20 | [τῆι ἀγο]ρᾶ[ι], ὅπου ἂν δοκεῖ ἐν καλλίστωι εἶναι· ἐπι- |
[σκέψασθαι] δὲ τ[ὸ]ν δῆμ[ον καθ]ότι ἀξίως αὑτοῦ vv | |
[τιμήσει τοὺς δανείσαντας εἰς τὸν] οἰκισμὸν τῆς | |
[χώρας ․․․․․c.15․․․․․․ χάριν τῆς τ]ε σωτ[ηρί]- | |
[ας τῆς πόλεως καὶ τ— — — — — — — — — — — —] | |
25 | [— — — — — — — — — — — — — — — — — — — —] |