Honorific decree of Athens for Phanodemos, son of Diyllos. Pedimental stele of Pentelic marble. Stoich. 30.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 332/331 BC — IG VII 4253 — Syll.³ 287
See also:
1 | θεοί. |
ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρεχθη- | |
ίδος ἐνάτης πρυτανείας, ἧι Ἀριστόνο- | |
υς Ἀριστόνου Ἀναγυράσιος ἐγραμμάτ- | |
5 | ευεν, Θαργηλιῶνος ἑνδεκάτει, τρίτηι |
καὶ εἰκοστῆι τῆς πρυτανείας, ἐκκλησ- | |
ία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Ἐπ- | |
ιχάρης Ἁγνούσιος· ἔδοξεν τῶι δήμωι ∶ | |
Δημήτριος Εὐκτήμονος Ἀφιδναῖος εἶ- | |
10 | πεν· ἐπειδὴ Φανόδημος Θυμαιτάδης κα- |
λῶς καὶ φιλοτίμως νενομοθέτηκεν πε- | |
ρὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου ὅπως ἂν ἥ τε | |
πεντετηρὶς ὡς κάλλιστη γίγνηται κα- | |
ὶ αἱ ἄλλαι θυσίαι τοῖς θεοῖς τοῖς ἐν τ- | |
15 | ῶι ἱερῶι τοῦ Ἀμφιαράου καὶ πόρους πε- |
πόρικεν εἰς ταῦτα καὶ εἰς τὴν κατασκ- | |
ευὴν τοῦ ἱεροῦ, δεδόχθαι τῆι βουλῆι· τ- | |
οὺς προέδρους οἳ ἂν λάχωσιν προεδρε- | |
ύειν εἰς τὴν πρώτην ἐκκλησίαν προσα- | |
20 | γαγεῖν Φανόδημον πρὸς τὸν δῆμον καὶ |
χρηματίσαι, γνώμην δὲ ξυμβάλλεσθαι | |
τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆ- | |
ι βουλῆι ἐπαινέσαι Φανόδημον Διΰλλ- | |
ου Θυμαιτάδην φιλοτιμίας ἕνεκα τῆς | |
25 | πρὸς τὸν θεὸν καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαρ- |
άου καὶ στεφανῶσαι χρυσῶι στεφάνωι | |
ἀπὸ ∶ Χ ∶ δραχμῶν, ἀναγράψαι δὲ τόδε τὸ | |
ψήφισμα ἐν στήληι λιθίνει τὸγ γραμμ- | |
ατέα τὸν κατὰ πρυτανείαν καὶ στῆσαι | |
30 | ἐν τῶι ἱερῶι τοῦ Ἀμφιαράου, εἰς δὲ τὴν |
ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν ταμ- | |
ίαν τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐκ τῶν κατ- | |
ὰ ψηφίσματα ἀναλισκομένων τῶι δήμωι. |