Honorific decree for Eubiotos and son Demogenes. Pedimental
stele of Pentelic marble, broken on three sides.
[ ]
Boiotia — Oropos (Skala) — Kalo Livadi Mon. — ca. 150-100 BC — IG VII 412 — ArchEph (1925/26) 38, 152
1 | [․․5․․ Π]ολυκράτου εἶπεν· προβεβουλευμένον εἶναι ἑαυ[τῶι] |
[πρός τε τ]ὸ συνέδριον καὶ τὸν δῆμον· ἐπειδὴ Εὐβίοτος Δημ[ογέ]- | |
[νου ἱερεὺς] γεγονὼς τοῦ Ἀμφιαράου καὶ εὐσεβῶς ἔχων πρὸς τὸ [θεῖ]- | |
[ον φιλοτιμε]ῖται τιμᾶν τὸν θεὸν μεγαλομερῶς κοσμῶν ἀναθή[μα]- | |
5 | [σιν ἐπιφα]νέσιν ἀξίοις ἑαυτοῦ καθ’ ἃ δύναται ∶ ὑπὲρ ὧν καὶ [ἐκ τῶν] |
[ἰδίων βου]λόμενος ἀναθεῖναι τῶι θεῷ τὰ στεφάρια v [τ]οῦ να[οῦ] | |
[καὶ τὸ ὑπέ]ρθυρον καὶ τὸν ὀδὸν λευκοῦ λίθου, ἔτι δὲ καὶ τὸ [ἄβ]ατ[ον] | |
[κατασ]κευάσαι, παρακαλεῖ τε δοθῆναι ἐξουσίαν ὅπω[ς κ]ατ[α]- | |
[σκευά]σας τὰ προειρημένα τὴν ἐπιγραφὴν ποήσεται v "Εὐ[βίο]- | |
10 | [τος] Δημογένου ἱερεὺς γενόμενος καὶ Δημογένης Εὐ[β]ι[ότου] |
[σπο]νδ[οφ]ορήσ[α]ς Ἀμφιαράῳ καὶ Ὑγιείαι"· διὸ καὶ δεδογμ[ένον εἶ]- | |
[να]ι τῶι τε συνεδρίωι [κα]ὶ τῶι δήμωι παρει[μ]ένον εἶναι αὐτῶι [κ]ατασκε[υ]ά[σαντι] | |
[τ]ὰ προειρ[ημ]έν[α ἀ]ναθεῖναι [καθ]ὼς ἐ[μ]φανίσας παρεκ[άλεσε· ὅπως] | |
δὲ καὶ [ὁ δῆ]μ[ο]ς [φ]αίνηται τὰς κα[τ]αξίας χάριτας ἀ[ποδιδοὺς] | |
15 | τοῖ[ς τε πρὸς τ]ὸ θεῖον ε[ὐσεβῶ]ς δια[κ]ειμένοις καὶ το[ῖς ἑαυτὸν] |
εὐε[ργε]τ[εῖν π]ρ[ο]αι[ρουμέν]ο̣ι̣[ς, γ]έ̣νωνται δὲ κα[ὶ] ἕτε[ρ]οι [ζηλωταὶ] | |
τ[ῶν ὁμοίων εἰδότες ὅτι τεύξονται τῶ]ν ἀνηκόντων, v δεδόχθ[αι τῶι τε] | |
[σ]υ[νεδρίωι καὶ τῶι δήμωι· ἐπα]ινέσαι Εὐβίοτον Δημογένο[υ καὶ] | |
[Δημογένην Εὐβιότου ἐπί τε] τῇ π[ρ]ὸς τὸ θεῖον εὐσεβείαι κ[αὶ ἐπὶ] | |
20 | [τεῖ εἰς τὸν δῆμον εὐ]νοίαι καὶ στεφανῶσαι ἑ[κ]άτερον αὐ- |
[τῶν χρυσῶι στεφάνωι καὶ εἰ]κόνι χαλκ[ῆ]ι ἀρετῆς ἕνεκεν κα[ὶ] | |
[εὐνοίας τῆς εἰς τὸν δῆμον τὸ]ν Ὠρωπίων καὶ ἐπιγράψαι ἐπ[ὶ τῆς] | |
[βάσεως· "ὁ δῆμος Ὠρωπίων Εὐβ]ίο[τ]ον Δημογένου [ἱ]ερέα γενόμ[ε]- | |
[νον καὶ Δημογένην Εὐβιότου σπο]νδοφορήσαντα ἀρετῆς ἕν[ε]- | |
25 | [κεν καὶ εὐνοίας τῆς εἰς ἑαυτὸν Ἀ]μφιαράωι"· κηρύττεσθαι δὲ τοὺς |
[στεφάνους καὶ τὰς εἰκόνας Ἀμφι]αρᾴοις τοῖς μεγάλοις ἐν τῶι [θε]- | |
[άτρωι ἐν τοῖς χορικοῖς ἀγῶσιν, ἑ]λέσθαι δὲ καὶ ἀρχὴν τὸν δῆμον [ἐπὶ] | |
[τὴν ποίησιν τῶν στεφάνων καὶ τὴν ἀ]νάθεσιν τῶν εἰκόνων, τὸ[ν δ’ ἐπι]- | |
[μελητὴν τῶν ἱερῶν ․․․8․․․․ δο]ῦναι τὸ ἀνάλωμα τῇ ἀρχῇ [τῇ] | |
30 | [αἱρεθείσῃ, τὴν δέ, λαβοῦσαν, ἀ]ναθεῖναι τὰς εἰκόνας εἰς τὸ [ἱε]- |
[ρὸν τοῦ Ἀμφιαράου, οὗ ἂν δοκῆι α]ὑτεῖ ἐν καλλίστῳ ἀνακεῖσ[θαι]· | |
[οἵδε κεχειροτόνηνται· ․․5․․ Πολυ]κράτου, Θεόξενος Ἡρακλ[εί]- | |
[του, ․․․․․․15․․․․․․․· κεκύρωται ἔ]ν τε τῶ[ι] συ[ν]εδρίωι [καὶ] τ[ῶι] δήμ[ωι]. |