Decree concerning the construction of a drain for the men’s bath in the
sanctuary of Amphiaraos. Pedimental stele of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 335-322 BC — IG VII 4255 — Syll.³ 973
1 | θεοί. |
ἐν Ἀμφιαράου ἐκ τοῦ λοτρῶνος τοῦ {αν} ἀνδρείο- | |
υ̣, ὅπως ἂν τὸ ὕδωρ μὴ κωλύηται ῥεῖν ὑπὸ τῆς χ- | |
αράδρας, ὅ[τ]αν ῥεῖ, ἀλλ’ εἶ χρήσιμος ὁ λουτρών, ὅ- | |
5 | ταν χειμάζει ὁ θεός, ὀχετὸμ ποῆσαι λίθινον κ- |
ρυπτόν, τὸ μὲν μῆκος ἀρξάμενον ἀπὸ τοῦ στρ- | |
ώματος τοῦ τῆς γεφύρας μέχρι τῆς καταβάσ- | |
ε[ι]ω[ς] τῆς παρὰ τὸν γυναικεῖον λουτρῶνα, τά- | |
φρον ὀρύξαντα μῆκος μὲν τὸ γεγ<ρα>μμένον, πλ- | |
10 | άτος δὲ ἀπὸ τοῦ ἀναλήμματος τοῦ τῆς χαρά- |
δρας τεττάρων ποδῶν, βάθος δὲ τρίπουν, θήσει λ- | |
ίθους τοὺς μὲν ἐν τῶι ἐδάφει φορμηδὸν συντιθ- | |
εὶς πρὸς ἀλλήλους ἁρμόττοντας καὶ εἰς ἕδραν | |
ἀσκάστους κατακρούων τὸν λίθον ἕκαστον | |
15 | μολύβδωι ἢ λίθωι, ἐπικόψας δὲ κατὰ κεφαλὴν καὶ σ- |
υνομαλίσας πρὸς τὴν καταφορὰν ὅπως {ς} ἂν εἶ | |
εὔρον ἐπιθήσει ἐπὶ τούτων ἐξεργασμένους | |
τῶν λίθων τὰς ἕδρας ὀρθὰς καὶ ἀστραφεῖς καὶ [τ]- | |
οὺς ἁρμοὺς ὅλους, τὰ δὲ μέτωπα ἀναπελεκήσ- | |
20 | ει εὐτενῆ, θήσει δὲ τοὺς λίθους ὀρθοὺς ἐπὶ τὰ τ- |
ριημιπόδια διαλείπων διάρρουν πλάτος ποδός, | |
θήσει δὲ εἰς ἕδραν ἀσκάστους [καὶ] πρὸς ἀλλήλ- | |
ους ἁρμόττοντας, συμβ[άλλων] τοὺς ἁρμοὺς | |
ὅλους, ἐπικόψας δὲ <κ>ατὰ κεφαλὴν εὐτενῆ συ- | |
25 | νστώρσει λίθοις συντιθεὶς πρὸς ἀλλήλους ἁ- |
ρμόττοντας καὶ εἰς ἕδραν ἀσκάστους τιθεὶς | |
[ἀρτ]ιλιθίαν μηδαμοῦ ποιῶν, παρασάξει δὲ τοὺ- | |
ς λί<θ>ους ἅπαντας γεῖ τεῖ ἐκ τῆς τάφρου, λί<θ>οις | |
δὲ χρήσεται τοῖς ἐκ τοῦ θεάτρου τοῦ κατὰ τ- | |
30 | ὸ[μ] βωμόν, προσαγόμενος αὐτὸς αὑτῶι πρὸ- |
ς τὸ ἔργον, ἐὰν δὲ μὴ ἱκανοὶ ὦσιν, παρέξουσιν | |
ὅσων ἂν προσδεῖ οἱ ἐπιμεληταὶ πρὸς τῶι ἔργω- | |
ι· ἀναιρήσεται δὲ τὸ ἔργον κατὰ τετραποδίαν κα- | |
ὶ ἀποδώσει τέλος ἔχον εἴκοσι ἡμερῶν ἀφ’ ἧς ἂν | |
35 | λάβει τὸ ἀργύριον· ἐμισθώσατο τὴν τετραπο- |
δίαν 𐅃𐅂· μισθωτὴς Φρῦνος Ἀλωπεκῆσι οἰκῶν· ἐγγ- | |
υητὴς Τελεσίας Τελλίου Εὐωνυμεύς. |