Decree concerning the construction of a drain for the men’s bath in the sanctuary of Amphiaraos.  Pedimental stele of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 335-322 BC — IG VII 4255 — Syll.³ 973
1 θεοί.
ἐν Ἀμφιαράου ἐκ τοῦ λοτρῶνος τοῦ {αν} ἀνδρείο-
υ̣, ὅπως ἂν τὸ ὕδωρ μὴ κωλύηται ῥεῖν ὑπὸ τῆς χ-
αράδρας, ὅ[τ]αν ῥεῖ, ἀλλ’ εἶ χρήσιμος ὁ λουτρών, ὅ-
5 ταν χειμάζει ὁ θεός, ὀχετὸμ ποῆσαι λίθινον κ-
ρυπτόν, τὸ μὲν μῆκος ἀρξάμενον ἀπὸ τοῦ στρ-
ώματος τοῦ τῆς γεφύρας μέχρι τῆς καταβάσ-
ε[ι]ω[ς] τῆς παρὰ τὸν γυναικεῖον λουτρῶνα, τά-
φρον ὀρύξαντα μῆκος μὲν τὸ γεγ<ρα>μμένον, πλ-
10 άτος δὲ ἀπὸ τοῦ ἀναλήμματος τοῦ τῆς χαρά-
δρας τεττάρων ποδῶν, βάθος δὲ τρίπουν, θήσει λ-
ίθους τοὺς μὲν ἐν τῶι ἐδάφει φορμηδὸν συντιθ-
εὶς πρὸς ἀλλήλους ἁρμόττοντας καὶ εἰς ἕδραν
ἀσκάστους κατακρούων τὸν λίθον ἕκαστον
15 μολύβδωι ἢ λίθωι, ἐπικόψας δὲ κατὰ κεφαλὴν καὶ σ-
υνομαλίσας πρὸς τὴν καταφορὰν ὅπως {ς} ἂν εἶ
εὔρον ἐπιθήσει ἐπὶ τούτων ἐξεργασμένους
τῶν λίθων τὰς ἕδρας ὀρθὰς καὶ ἀστραφεῖς καὶ [τ]-
οὺς ἁρμοὺς ὅλους, τὰ δὲ μέτωπα ἀναπελεκήσ-
20 ει εὐτενῆ, θήσει δὲ τοὺς λίθους ὀρθοὺς ἐπὶ τὰ τ-
ριημιπόδια διαλείπων διάρρουν πλάτος ποδός,
θήσει δὲ εἰς ἕδραν ἀσκάστους [καὶ] πρὸς ἀλλήλ-
ους ἁρμόττοντας, συμβ[άλλων] τοὺς ἁρμοὺς
ὅλους, ἐπικόψας δὲ <κ>ατὰ κεφαλὴν εὐτενῆ συ-
25 νστώρσει λίθοις συντιθεὶς πρὸς ἀλλήλους ἁ-
ρμόττοντας καὶ εἰς ἕδραν ἀσκάστους τιθεὶς
[ἀρτ]ιλιθίαν μηδαμοῦ ποιῶν, παρασάξει δὲ τοὺ-
ς λί<θ>ους ἅπαντας γεῖ τεῖ ἐκ τῆς τάφρου, λί<θ>οις
δὲ χρήσεται τοῖς ἐκ τοῦ θεάτρου τοῦ κατὰ τ-
30 [μ] βωμόν, προσαγόμενος αὐτὸς αὑτῶι πρὸ-
ς τὸ ἔργον, ἐὰν δὲ μὴ ἱκανοὶ ὦσιν, παρέξουσιν
ὅσων ἂν προσδεῖ οἱ ἐπιμεληταὶ πρὸς τῶι ἔργω-
ι· ἀναιρήσεται δὲ τὸ ἔργον κατὰ τετραποδίαν κα-
ὶ ἀποδώσει τέλος ἔχον εἴκοσι ἡμερῶν ἀφ’ ἧς ἂν
35 λάβει τὸ ἀργύριον· ἐμισθώσατο τὴν τετραπο-
δίαν 𐅃𐅂· μισθωτὴς Φρῦνος Ἀλωπεκῆσι οἰκῶν· ἐγγ-
υητὴς Τελεσίας Τελλίου Εὐωνυμεύς.
Search Help
Contact Us