Decree of the Athenian boule and contract concerning the restoration of the fountain and the baths of the sanctuary.  Stele of Pentelic marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 369/368 BC — ArchEph (1923) 36, 123 — cf. SEG 35.407; 36.442
1 ἱερὰ Ἀμφιαράο·
ἐπὶ Ἀντικράτος ἱερέως,
Πάνδιος εἶπε· ὅπως ἂν ἐπισκευα-
σθῆι ἡ κρήνη τῶι Ἀμφιαράωι καὶ ο-
5 ἱ λοτρῶνες καθ’ ἃ ἐμίσθωσε ἡ βολ-
ή· δεδόχθαι τῆι βολῆι· τὰς συγγραφ-
ὰς καθ’ ἃ μεμίσθωται τὸ ἔργον ἀνα-
γράψαι ἐν στήληι λιθίνηι καὶ κα-
ταθε͂ναι ἐν τῶι ἱερῶι το͂ Ἀμφιαράο
10 καὶ τὸμ μισθωτὴν το͂ ἔργο καὶ τὸ-
ν ἐγγυητὴν καὶ ὁπόσο μεμίσθωτ-
αι τὸ ἔργον καὶ [το]ύτο ὁπόσον ἔχηι
ἀργύριον, εἰς δὲ τὴν ἀναγραφὴν τ-
ῆς στήλης λαβε͂ν τὸν ἱερέα το͂ ἀργυ-
15 ρίο το͂ ἐξαιρεθέντος ἐκ το͂ θησαυ-
ρο͂ ΔΔ δραχμάς, τὸ δὲ ἄλλο ἀργύρι-
ον τὸ ἐξαιρεθὲν ἐκ το͂ θησαυρο͂
καὶ τὸ ἐκ τῶν καπηλείων, ἀφελόν-
τας τῶι θεῶι εἰς ἀρεστήριον ΔΔ ⋮ δ-
20 ραχμὰς καὶ τῶι νεωκόρωι τὸ πρ-
οσοφειλόμενον ἀποδόντας vv
παραδο͂ναι τὸ ἄλλο τοῖς τῶν ἱε-
ρῶν ἐπισκευαστα̣ῖς, τὸς δὲ τῶν
ἱερῶν {ι} ἐπισκευαστὰς παραδο͂ν τῶι
25 μισθωτεῖ το͂ ἔργο· ἐπαινέσαι δὲ v
τὸν ἱερέα το͂ Ἀμφιαράο Ἀν%⁸⁰τικρά-
τη Δεκελέα δικαιοσύνης καὶ ἐπι%⁸⁰-
μελείας ἕνεκα τῆ[ς] περὶ τὸ ἱερόν. v
                  vacat
29 συνγραφαὶ περὶ το͂ ἱερο͂ το͂ Ἀμφιαράο·
30 τὴγ κρήνην καὶ τὸς λουτρῶνας ἐξερ-
γάσασθαι τὸς ἐν Ἀμφιαράο ἀφελόντα
τὸς λίθος τὸς ὑπερκρεμαμένος ὑπὲ-
ρ τῆς κρήνης καὶ τῶν λοτρώνων
τὸς πρὸς τῶι ἀντιχώματι ὑγιεῖς, τι-
35 θέναι δὲ τὸς λίθος τὸς πρὸς τῶι ἀντι-
χώματι φορμηδὸν ὑπερέχοντας πόδα,
συντιθέντα τὸς ἁρμὸς ἁρμόττον-
τας καὶ ἀπεργαζόμενον ἐγ μετώπο
[ε]ἰς κατα[φ]οράν, τὸς δὲ ἁρμὸς ἐγ λω-
40 [σ]τύος καὶ μὴ παραχωννύναι πρὶν ἂ-
ν ἐπιδείξηι τὸς ἁρμὸς ἁρμόττοντας,
τότε δὲ ἐπιχωννύναι [κ]αὶ ὁμαλίσαι
ἴσον τῶι ἐδάφηι· στῆσαι δὲ καὶ παρα-
στάδια δύο ἴσα τοῖς ὑπάρχοσιν ἀπο-
45 ξέσαντα καὶ ἐπίκρανα ἐπιθεῖναι
ὅμοια τοῖς ὑπάρχοσιν καὶ ἐπισστύλ-
ια ἐπιθε%⁸⁰ῖναι ἐπιξέσαντα· καὶ κατε-
ρεῖψαι τὴν κρήνην πλαξὶ πάχος ποδιαί-
αις ἀποξέσαντα, πλάτος δίποσι, ἐπιβά-
50 λλοσαν ἐπὶ τὸ ἐπιστύλιον τὸ ἥμισ-
υ καὶ ἐπὶ τοὺς τοῦ ἀντιχώματος πόδα κα-
τερε͂ψαι καὶ τὸ ἐν τῶι πρόσθε τῆς κρή-
νης καὶ τῶν λοτρώνων πλαξὶν ὑπερ-
εχούσαις τοῦ τοίχου τρεῖς δακτύλους
55 τεμόμενον αὐτὸν ἑαυτῶι ὅσων ἂν προ-
σδέηται πρὸς τοῖς ὑπάρχοσι λίθοις καὶ τὰς
πλάκας καὶ τὰ παραστάδια· τὸν δὲ τοῖχ-
ον τὸν ἐν τῶι πρόσσθε τῆς κρήνης καὶ τ-
ῶν λουτρώνων ἀποκυλίσαντα τὸς λίθ-
60 ος τὸς πεπτωκότας ἀ%⁸⁰νακαθηράμενον
στορέσαι τὰ ἐκκεκλ%⁸⁰%⁸⁰υσμένα, τιθέναι δ-
ὲ τοὺς λίθους ἕδραν π%⁸⁰οιοῦντα τοὺς διπ[λ]ο͂ς
συντιθέντα τὸς ἁρμὸς ἁρμόττοντας ἔνδ-
οθεν καὶ ἔξωθεν καὶ τὰ μὲν ἔξωθεν τοῦ
65 τοίχου ἀποξέσαντα καὶ περιξέσαι βάθος
ἥμισυ δακτύλου, πλάτος ὡς δύο δακτύ-
λω, τὰ δὲ ἐντὸς ἀποξέσαντα τιθέναι, το-
[ὺ]ς δὲ ἁρμοὺς ἐγγ λωστύος, ἐγκολλᾶν
δὲ τῶν λίθων τὰ κροιά, τιθέναι δὲ κα-
70 ὶ τοὺς ἀναβα[σ]μοὺς ἀμφοτέρωθεν κατ-
ὰ ταὐτὰ τοῖς ὑπάρχουσιν· ταῦτα ἐξεργάσ-
ασθαι ἑξήκοντα ἡμερῶν ἀφ’ ἧς ἂν λάβη-
[ι] τὸ ἀργύριον, τοῦ ἀργυρίου οὗ ἂν ἔχηι· τὸ ἔρ-
γον ἐξεργάσεται v μισθωτὴς Φανόσ-
75 τρατος Χολαργεύς· ἐγγυητὴς v Φρυνιχ-
[ί]δης Ἀχαρνεύς ∶ ἐμισθώθη 𐅅ΗΗΗΗ
τούτου ἔχουσι ∶ Η̣Η̣Η̣ΔΔ𐅃. vacat
Search Help
Contact Us