Decree of the Athenian boule and contract concerning the restoration
of the fountain and the baths of the sanctuary. Stele of Pentelic marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 369/368 BC — ArchEph (1923) 36, 123 — cf. SEG 35.407; 36.442
| 1 | ἱερὰ Ἀμφιαράο· |
| ἐπὶ Ἀντικράτος ἱερέως, | |
| Πάνδιος εἶπε· ὅπως ἂν ἐπισκευα- | |
| σθῆι ἡ κρήνη τῶι Ἀμφιαράωι καὶ ο- | |
| 5 | ἱ λοτρῶνες καθ’ ἃ ἐμίσθωσε ἡ βολ- |
| ή· δεδόχθαι τῆι βολῆι· τὰς συγγραφ- | |
| ὰς καθ’ ἃ μεμίσθωται τὸ ἔργον ἀνα- | |
| γράψαι ἐν στήληι λιθίνηι καὶ κα- | |
| ταθε͂ναι ἐν τῶι ἱερῶι το͂ Ἀμφιαράο | |
| 10 | καὶ τὸμ μισθωτὴν το͂ ἔργο καὶ τὸ- |
| ν ἐγγυητὴν καὶ ὁπόσο μεμίσθωτ- | |
| αι τὸ ἔργον καὶ [το]ύτο ὁπόσον ἔχηι | |
| ἀργύριον, εἰς δὲ τὴν ἀναγραφὴν τ- | |
| ῆς στήλης λαβε͂ν τὸν ἱερέα το͂ ἀργυ- | |
| 15 | ρίο το͂ ἐξαιρεθέντος ἐκ το͂ θησαυ- |
| ρο͂ ΔΔ δραχμάς, τὸ δὲ ἄλλο ἀργύρι- | |
| ον τὸ ἐξαιρεθὲν ἐκ το͂ θησαυρο͂ | |
| καὶ τὸ ἐκ τῶν καπηλείων, ἀφελόν- | |
| τας τῶι θεῶι εἰς ἀρεστήριον ΔΔ ⋮ δ- | |
| 20 | ραχμὰς καὶ τῶι νεωκόρωι τὸ πρ- |
| οσοφειλόμενον ἀποδόντας vv | |
| παραδο͂ναι τὸ ἄλλο τοῖς τῶν ἱε- | |
| ρῶν ἐπισκευαστα̣ῖς, τὸς δὲ τῶν | |
| ἱερῶν {ι} ἐπισκευαστὰς παραδο͂ν τῶι | |
| 25 | μισθωτεῖ το͂ ἔργο· ἐπαινέσαι δὲ v |
| τὸν ἱερέα το͂ Ἀμφιαράο Ἀν%⁸⁰τικρά- | |
| τη Δεκελέα δικαιοσύνης καὶ ἐπι%⁸⁰- | |
| μελείας ἕνεκα τῆ[ς] περὶ τὸ ἱερόν. v | |
| vacat | |
| 29 | συνγραφαὶ περὶ το͂ ἱερο͂ το͂ Ἀμφιαράο· |
| 30 | τὴγ κρήνην καὶ τὸς λουτρῶνας ἐξερ- |
| γάσασθαι τὸς ἐν Ἀμφιαράο ἀφελόντα | |
| τὸς λίθος τὸς ὑπερκρεμαμένος ὑπὲ- | |
| ρ τῆς κρήνης καὶ τῶν λοτρώνων | |
| τὸς πρὸς τῶι ἀντιχώματι ὑγιεῖς, τι- | |
| 35 | θέναι δὲ τὸς λίθος τὸς πρὸς τῶι ἀντι- |
| χώματι φορμηδὸν ὑπερέχοντας πόδα, | |
| συντιθέντα τὸς ἁρμὸς ἁρμόττον- | |
| τας καὶ ἀπεργαζόμενον ἐγ μετώπο | |
| [ε]ἰς κατα[φ]οράν, τὸς δὲ ἁρμὸς ἐγ λω- | |
| 40 | [σ]τύος καὶ μὴ παραχωννύναι πρὶν ἂ- |
| ν ἐπιδείξηι τὸς ἁρμὸς ἁρμόττοντας, | |
| τότε δὲ ἐπιχωννύναι [κ]αὶ ὁμαλίσαι | |
| ἴσον τῶι ἐδάφηι· στῆσαι δὲ καὶ παρα- | |
| στάδια δύο ἴσα τοῖς ὑπάρχοσιν ἀπο- | |
| 45 | ξέσαντα καὶ ἐπίκρανα ἐπιθεῖναι |
| ὅμοια τοῖς ὑπάρχοσιν καὶ ἐπισστύλ- | |
| ια ἐπιθε%⁸⁰ῖναι ἐπιξέσαντα· καὶ κατε- | |
| ρεῖψαι τὴν κρήνην πλαξὶ πάχος ποδιαί- | |
| αις ἀποξέσαντα, πλάτος δίποσι, ἐπιβά- | |
| 50 | λλοσαν ἐπὶ τὸ ἐπιστύλιον τὸ ἥμισ- |
| υ καὶ ἐπὶ τοὺς τοῦ ἀντιχώματος πόδα κα- | |
| τερε͂ψαι καὶ τὸ ἐν τῶι πρόσθε τῆς κρή- | |
| νης καὶ τῶν λοτρώνων πλαξὶν ὑπερ- | |
| εχούσαις τοῦ τοίχου τρεῖς δακτύλους | |
| 55 | τεμόμενον αὐτὸν ἑαυτῶι ὅσων ἂν προ- |
| σδέηται πρὸς τοῖς ὑπάρχοσι λίθοις καὶ τὰς | |
| πλάκας καὶ τὰ παραστάδια· τὸν δὲ τοῖχ- | |
| ον τὸν ἐν τῶι πρόσσθε τῆς κρήνης καὶ τ- | |
| ῶν λουτρώνων ἀποκυλίσαντα τὸς λίθ- | |
| 60 | ος τὸς πεπτωκότας ἀ%⁸⁰νακαθηράμενον |
| στορέσαι τὰ ἐκκεκλ%⁸⁰%⁸⁰υσμένα, τιθέναι δ- | |
| ὲ τοὺς λίθους ἕδραν π%⁸⁰οιοῦντα τοὺς διπ[λ]ο͂ς | |
| συντιθέντα τὸς ἁρμὸς ἁρμόττοντας ἔνδ- | |
| οθεν καὶ ἔξωθεν καὶ τὰ μὲν ἔξωθεν τοῦ | |
| 65 | τοίχου ἀποξέσαντα καὶ περιξέσαι βάθος |
| ἥμισυ δακτύλου, πλάτος ὡς δύο δακτύ- | |
| λω, τὰ δὲ ἐντὸς ἀποξέσαντα τιθέναι, το- | |
| [ὺ]ς δὲ ἁρμοὺς ἐγγ λωστύος, ἐγκολλᾶν | |
| δὲ τῶν λίθων τὰ κροιά, τιθέναι δὲ κα- | |
| 70 | ὶ τοὺς ἀναβα[σ]μοὺς ἀμφοτέρωθεν κατ- |
| ὰ ταὐτὰ τοῖς ὑπάρχουσιν· ταῦτα ἐξεργάσ- | |
| ασθαι ἑξήκοντα ἡμερῶν ἀφ’ ἧς ἂν λάβη- | |
| [ι] τὸ ἀργύριον, τοῦ ἀργυρίου οὗ ἂν ἔχηι· τὸ ἔρ- | |
| γον ἐξεργάσεται v μισθωτὴς Φανόσ- | |
| 75 | τρατος Χολαργεύς· ἐγγυητὴς v Φρυνιχ- |
| [ί]δης Ἀχαρνεύς ∶ ἐμισθώθη 𐅅ΗΗΗΗ | |
| τούτου ἔχουσι ∶ Η̣Η̣Η̣ΔΔ𐅃. vacat |