Proxeny decree for Charidemos, son of Mnasaigos, of Chalkis.
Crowning block of white marble from a statue base.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — after 150 BC — IG VII 379
1 | ἄ̣[ρ]χοντος Νικοβίου, ἱερέω̣[ς] δὲ τοῦ Ἀμφιαράου Τ[ι]- |
μάρχου, μηνὸς Ἑρμαίου εἰκάδι, Ζώπυρος Διονυσί- | |
ου εἶπεν· ἐπειδὴ Χαρίδημος Μνασαίγου Χαλκι- | |
δεὺς εὔνους ὢν διατελεῖ τῆι τε πόλει Ὠρωπίων | |
5 | καὶ τῶν πολιτῶν τοῖς ἀεὶ δεομένοις χρείας παρέχε- |
ται ἐμ παντὶ καιρῶι καὶ λέγων καὶ πράττων τὰ συμφέ- | |
ροντα σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων, δι’ | |
ὃ καὶ δεδόχθαι τοῖς τε ἄρχουσι καὶ τοῖς συνέδροις κα[ὶ] | |
τῶι δήμωι Ὠρωπίων· ἐπαινέσαι Χαρίδημον Μνασαί- | |
10 | γου Χαλκιδέα ἐφ’ ἧι ἔχων τυγχάνει εἰς πάντας Ὠρωπί- |
ους εὐνοίαι καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτ̣ην τῆς | |
πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους, vv ὑ̣[π]άρ̣- | |
χειν δὲ αὐτοῖς καὶ πρόσοδον πρός τε τὸ συνέδρ[ιον καὶ τ]ὸ̣ν | |
δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα φιλ[άνθρωπ]α | |
15 | πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοι[ς καὶ εὐεργ]έ̣ταις |
τῆς πόλεως Ὠρωπίων γέ̣[γραπται]. |