Proxeny decree for Hermokles, son of Timokleides, of Athens.
Stele of blue marble, broken at the top.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 151 BC — ArchEph (1925/26) 14, 130
1 | [Εὐθυ]δίκου ἄρχοντος, ἱερέως δὲ τοῦ Ἀμφι- |
αράου Εὐθυδήμου, Βίοττος Εὐβίου εἶπεν· προ- | |
βεβουλευμένον εἶναι αὑτῶι πρὸς τὴν βου- | |
λὴν καὶ τὸν δῆμον· ἐπειδὴ Ἑρμοκλῆς εὔ%⁸⁰- | |
5 | νους ὢν διατελεῖ τεῖ τε πόλει Ὠρωπίω[ν] |
καὶ τοῖς ἀεὶ v δε%⁸⁰ομένοις v τῶν πολιτῶν π[α]- | |
ρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθα[ι] | |
τ[εῖ] βουλεῖ καὶ τῶι δήμωι· Ἑρμοκλῆν Τι- | |
μοκλείδου Ἀθηναῖον πρόξενον εἶναι καὶ | |
10 | εὐεργέτην τῆς πόλεως Ὠρωπίων |
καὶ αὐτὸν καὶ ἐκγόνους αὐτοῦ καὶ εἶναι | |
αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέ%⁸⁰- | |
λειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος v | |
καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλαττα[ν] | |
15 | καὶ τἆλλα πάντα αὐτοῖς ὑπάρχειν ὅσα- |
περ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ- | |
γέταις τῆς πόλεως γέγραπται· vvv | |
ἐπεψήφιζαν Ἱκέτας vacat | |
Φιλίππου. |