Proxeny decree for Hermokles, son of Timokleides, of Athens. Stele of blue marble, broken at the top.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 151 BC — ArchEph (1925/26) 14, 130
1 [Εὐθυ]δίκου ἄρχοντος, ἱερέως δὲ τοῦ Ἀμφι-
αράου Εὐθυδήμου, Βίοττος Εὐβίου εἶπεν· προ-
βεβουλευμένον εἶναι αὑτῶι πρὸς τὴν βου-
λὴν καὶ τὸν δῆμον· ἐπειδὴ Ἑρμοκλῆς εὔ%⁸⁰-
5 νους ὢν διατελεῖ τεῖ τε πόλει Ὠρωπίω[ν]
καὶ τοῖς ἀεὶ v δε%⁸⁰ομένοις v τῶν πολιτῶν π[α]-
ρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθα[ι]
τ[εῖ] βουλεῖ καὶ τῶι δήμωι· Ἑρμοκλῆν Τι-
μοκλείδου Ἀθηναῖον πρόξενον εἶναι καὶ
10 εὐεργέτην τῆς πόλεως Ὠρωπίων
καὶ αὐτὸν καὶ ἐκγόνους αὐτοῦ καὶ εἶναι
αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέ%⁸⁰-
λειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος v
καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλαττα[ν]
15 καὶ τἆλλα πάντα αὐτοῖς ὑπάρχειν ὅσα-
περ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ-
γέταις τῆς πόλεως γέγραπται· vvv
ἐπεψήφιζαν Ἱκέτας vacat
Φιλίππου.
Search Help