Proxeny decree for Amphikles, son of Philoxenos, of Delos. Crowning
block of white marble from a statue base.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 200-150 BC — IG VII 373
1 | Δημήτριος Μνασίλλου εἶπεν· προβεβουλευμένον εἶναι αὑτῶι πρὸς τ[ὴν βουλὴν] |
καὶ τὸν δῆμον· ἐπειδὴ Ἀμφικλῆς Φιλοξένου Δήλιος εὔνους ὢν διατελεῖ τεῖ τε πόλ[ει κοινεῖ] | |
καὶ τῶν πολιτῶν τοῖς ἀεὶ δεομένοις χρείας παρέχεται ἐν παντὶ καιρῶι καὶ λέ[γων καὶ] | |
πράττων τὰ συμφέροντα ἐπιδημήσας τε παρ’ ἡμῖν ἀκροάσεις καὶ πλείους πεπόηται, δε[δόχθαι] | |
5 | τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀμφικλῆν Φιλοξένου Δήλιον ἐπαινέσαι ἐπί τε τεῖ πρὸς τὴν πό[λιν εὐνοίαι] |
καὶ ταῖς ἀκροάσεσιν καὶ ἐπὶ τεῖ ἀναστροφεῖ, εἶναι δ’ αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆ̣[ς πόλεως] | |
Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέ[λειαν] | |
καὶ ἀσυλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν αὐτοῖς καθά[περ τοῖς] | |
ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται. |