Proxeny decree for Amphikles, son of Philoxenos, of Delos.  Crowning block of white marble from a statue base.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 200-150 BC — IG VII 373
1 Δημήτριος Μνασίλλου εἶπεν· προβεβουλευμένον εἶναι αὑτῶι πρὸς τ[ὴν βουλὴν]
καὶ τὸν δῆμον· ἐπειδὴ Ἀμφικλῆς Φιλοξένου Δήλιος εὔνους ὢν διατελεῖ τεῖ τε πόλ[ει κοινεῖ]
καὶ τῶν πολιτῶν τοῖς ἀεὶ δεομένοις χρείας παρέχεται ἐν παντὶ καιρῶι καὶ λέ[γων καὶ]
πράττων τὰ συμφέροντα ἐπιδημήσας τε παρ’ ἡμῖν ἀκροάσεις καὶ πλείους πεπόηται, δε[δόχθαι]
5 TEI= BOULEI= KAI\ TW=I DH/MWI: *)AMFIKLH=N *FILOCE/NOU *DH/LION E)PAINE/SAI E)PI/ TE TEI= PRO\S TH\N PO/[LIN EU)NOI/AI]
καὶ ταῖς ἀκροάσεσιν καὶ ἐπὶ τεῖ ἀναστροφεῖ, εἶναι δ’ αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆ̣[ς πόλεως]
Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέ[λειαν]
καὶ ἀσυλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν αὐτοῖς καθά[περ τοῖς]
ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται.
Search Help
Contact Us